4
πηγὴν τῆς ἀφθαρσίας αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ διὰ γάμου εἰσελθεῖν εἰς τὸν κόσμον, ἵνα ἐνδείξηται διὰ τοῦ τρόπου τῆς ἐναν θρωπήσεως τὸ μέγα τοῦτο μυστήριον, ὅτι θεοῦ παρουσίαν καὶ εἴσοδον μόνη καθαρότης ἱκανή ἐστι δέξασθαι, ἣν ἄλλως οὐκ ἔστι πρὸς ἀκρίβειαν πᾶσαν κατορθωθῆναι, εἰ μὴ παντελῶς τις ἑαυτὸν τῶν τῆς σαρκὸς παθημάτων ἀλλοτριώσειεν. Ὅπερ γὰρ ἐν τῇ ἀμιάντῳ Μαρίᾳ γέγονε σωματικῶς, «τοῦ πληρώματος τῆς θεότητος» ἐν τῷ Χριστῷ διὰ τῆς παρθενίας ἐκλάμψαντος, τοῦτο καὶ ἐπὶ πάσης ψυχῆς κατὰ λόγον παρθενευούσης γίνεται, οὐκέτι σωμα τικὴν ποιουμένου τοῦ κυρίου τὴν παρουσίαν· «Οὐ γὰρ γινώσκομεν ἔτι», φησί, «κατὰ σάρκα Χριστόν», ἀλλὰ πνευματικῶς εἰσοικιζομένου καὶ τὸν πατέρα ἑαυτῷ συνεισ άγοντος, καθώς φησί που τὸ εὐαγγέλιον. 2.3 Ἐπεὶ οὖν τοσαύτη ἐστὶ τῆς παρθενίας ἡ δύναμις, ὡς καὶ ἐν τοῖς οὐρανοῖς παρὰ τῷ πατρὶ τῶν πνευμάτων μένειν καὶ μετὰ τῶν ὑπερκοσμίων χορεύειν δυνάμεων καὶ τῆς ἀνθρωπίνης σωτηρίας ἐφάπτεσθαι, τὸν μὲν θεὸν δι' ἑαυτῆς πρὸς τὴν τοῦ ἀνθρωπίνου βίου κοινωνίαν κατ άγουσα, τὸν δὲ ἄνθρωπον ἐν ἑαυτῇ πρὸς τὴν τῶν οὐρανίων ἐπιθυμίαν πτεροῦσα καὶ οἱονεὶ σύνδεσμός τις γινομένη τῆς ἀνθρωπίνης πρὸς τὸν θεὸν οἰκειώσεως, τὰ τοσοῦτον ἀλλήλων ἀφεστῶτα τῇ φύσει τῇ παρ' ἑαυτῆς μεσιτείᾳ εἰς συμφωνίαν ἄγουσα, τίς ἂν εὑρεθείη δύναμις λόγων συνανιοῦσα τῷ θαύματι; Ἀλλ' ἐπειδὴ παντελῶς ἄτοπον ἀφώνοις ἢ ἀναισθήτοις ὅμοιον φαίνεσθαι καὶ τῶν δύο τὸ ἕτερον, ἢ μὴ ἐπεγνωκέναι δοκεῖν τὰ τῆς παρθενίας καλὰ ἢ ἄπληκτον καὶ ἀκίνητον πρὸς τὴν τῶν καλῶν αἴσθησιν ἐπιδειχθῆναι, βραχέα τινὰ περὶ αὐτῆς εἰπεῖν διὰ τὸ δεῖν ἐν πᾶσι πείθεσθαι τῇ ἐξουσίᾳ τοῦ ἐπιτάξαντος ἡμῖν προεθυμήθημεν. Μηδεὶς δὲ τοὺς κομπωδεστέρους παρ' ἡμῶν ἐπιζητείτω τῶν λόγων· ἔστι μὲν γὰρ οὐδὲ βουλομένοις ἡμῖν ἴσως δυνατὸν τὸ τοιοῦτον, ἀμελετήτοις οὖσι τῆς τοιαύτης λέξεως· εἰ δὲ καὶ παρῆν τοῦ κομπάζειν ἡ δύναμις, οὐκ ἂν τοῦ κοινῇ λυσιτελοῦντος τὸ ἐν ὀλίγοις εὐδοκιμῆσαι προετιμήσαμεν. Ζητεῖν γὰρ ἐξ ἁπάντων οἶμαι δεῖν τόν γε νοῦν ἔχοντα οὐκ ἐξ ὧν ὑπὲρ τοὺς λοιποὺς θαυμασθήσεται, ἀλλ' ἐξ ὧν ἂν καὶ ἑαυτὸν καὶ τοὺς λοιποὺς ὠφελήσειεν.
3.t Κεφάλαιον γʹ Μνήμη τῶν ἐκ τοῦ γάμου δυσχερῶν καὶ ἔνδειξις τοῦ
τὸν γεγραφότα τὸν λόγον μὴ ἄγαμον εἶναι. 3.1 Εἴθε πως οἷόν τε ἦν κἀμοί τι γενέσθαι πλέον ἐκ τῆς τοιαύτης
σπουδῆς. Ὡς μετὰ πλείονος ἂν τῆς προθυμίας τὸν περὶ τούτων πόνον ἐνεστησάμην, εἴπερ κατὰ τὸ γεγραμ μένον «ἐπ' ἐλπίδι τοῦ μετασχεῖν τῶν ἐκ τοῦ ἀρότρου καὶ ἀλοητοῦ» γεννημάτων ἐφιλοπόνουν τὸν λόγον. Νυνὶ δὲ τρό πον τινὰ ματαία καὶ ἀνόνητος ἡ γνῶσις ἐμοὶ τῶν τῆς παρθε νίας καλῶν, ὡς τῷ βοῒ τὰ γεννήματα τῷ μετὰ κημῶν ἐπιστρεφομένῳ τὴν ἅλωνα ἢ ὡς τῷ διψῶντι τὸ ὑπορρέον τὸν κρημνὸν ὕδωρ, ὅταν ἀνέφικτον ᾖ. Μακάριοι δὲ οἷς ἐν ἐξουσίᾳ τῶν βελτιόνων ἐστὶν ἡ αἵρεσις, καὶ οὐκ ἀπετει χίσθησαν τῷ κοινῷ προληφθέντες βίῳ, καθάπερ ἡμεῖς οἷόν τινι χάσματι πρὸς τὸ τῆς παρθενίας καύχημα διειρ γόμεθα, πρὸς ἣν οὐκ ἔστιν ἐπανελθεῖν ἔτι τὸν ἅπαξ τῷ κοσμικῷ βίῳ τὸ ἴχνος ἐναπερείσαντα. ∆ιὰ τοῦτο θεαταὶ μόνον τῶν ἀλλοτρίων ἐσμὲν καλῶν ἡμεῖς καὶ μάρτυρες τῆς ἑτέρων μακαριότητος· κἄν τι δεξιὸν περὶ παρθενίας νοήσωμεν, ταὐτὸν πάσχομεν τοῖς ὀψοποιοῖς τε καὶ ὑπηρές, οἳ τὴν ἐπιτραπέζιον τῶν πλουσίων τρυφὴν ἄλλοις ἡδύνουσιν, οὐδενὸς αὐτοὶ τῶν παρεσκευασμένων μετ έχοντες. Ὡς μακάριόν γε ἂν ἦν, εἰ μὴ οὕτως εἶχε μηδὲ τῇ ὑστεροβουλίᾳ τὸ καλὸν ἐγνωρίσαμεν. Νυνὶ δὲ ζηλωτοὶ