1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

ἐχθρῶν προσηύχετο· Πάτερ ἄφες αὐτοῖς, οὐκ οἴδασιν, ὃ ποιοῦσιν. εἴ τις πλέον ἀδικηθεὶς πλείονα ὑπομείνῃ, οὗτος μακάριος· εἴ τις ἀποστερηθῇ, εἴ τις ἀθετηθῇ διὰ τὸ ὄνομα τοῦ κυρίου, οὗτος ὄντως Χριστοῦ ἐστιν. βλέπετε, μὴ τοῦ διαβόλου βοτάνη εὑρεθῇ ἐν ὑμῖν· πικρὰ γάρ ἐστιν καὶ ἁλμυρά τις αὕτη. νήψατε, σωφρονήσατε ἐν Χριστῷ Ἰησοῦ. Ἔσχατοι καιροὶ λοιπόν εἰσιν. αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ. μὴ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καταφρονήσωμεν· ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν ἐν τῷ νῦν βίῳ· μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινῶς ζῆν. χωρὶς τούτου μηδ' ἂν ἀναπνεῦσαί ποτε ἕλησθε· οὗτος γάρ μου ἡ ἐλπίς, οὗτος τὸ καύχημα, οὗτος ἀνελλιπὴς πλοῦτος, ἐν ᾧ τὰ δεσμὰ ἀπὸ Συρίας μέχρι Ῥώμης περιφέρω, τοὺς πνευματικοὺς μαργαρίτας, ἐν οἷς γένοιτό μοι τελειωθῆναι τῇ προσευχῇ ὑμῶν μέτοχον τῶν παθημάτων Χριστοῦ καὶ κοινωνὸν τοῦ θανάτου αὐτοῦ γενέσθαι καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς ἀνεκλιποῦς ζωῆς, ἧς γένοιτό μοι ἐπιτυχεῖν, ἵνα ἐν κλήρῳ Ἐφεσίων εὑρεθῶ τῶν Χριστιανῶν, οἳ καὶ τοῖς ἀποστόλοις πάντοτε συνῆσαν ἐν δυνάμει Ἰησοῦ Χριστοῦ, Παύλῳ, Ἰωάννῃ, Tιμοθέῳ τῷ πιστοτάτῳ. Oἶδα, τίς εἰμι καὶ τίσιν γράφω. ἐγὼ ὁ ἐλάχιστος Ἰγνάτιος καὶτοῖς ὑπὸ κίνδυνον καὶ κρίσιν παρόμοιος· ὑμεῖς δὲ ἠλεημένοι, ἐστηριγμένοι ἐν Χριστῷ. πάροδός ἐστε τῶν διὰ Χριστὸν ἀναιρουμένων ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ἰγνατίου τοῦ ἐλαχίστου. Παύλου συμμύσται ἐστέ, ἡγιασμένου, μεμαρτυρημένου, ὅτι σκεῦός ἐστιν ἐκλογῆς, οὗ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι καὶ τῶν λοιπῶν ἁγίων, ὅταν Ἰησοῦ Χριστοῦ ἐπιτύχω, ὃς πάντοτε ἐν ταῖς δεήσεσιν αὐτοῦ μνημονεύει ὑμῶν.

Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ δόξαν. ὅταν γὰρ συνεχῶς ἐπὶ τὸ αὐτὸ γένησθε, καθαιροῦνται αἱ δυνάμεις τοῦ σατανᾶ, καὶ ἄπρακτα αὐτοῦ ἐπιστρέφει τὰ πεπυρωμένα βέλη πρὸς ἁμαρτίαν· ἡ γὰρ ὑμετέρα ὁμόνοια καὶ σύμφωνος πίστις αὐτοῦ μέν ἐστιν ὄλεθρος, τῶν δὲ ὑπασπιστῶν αὐτοῦ βάσανος. οὐδὲν ἄμεινον τῆς κατὰ Χριστὸν εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἀερίων καὶ ἐπιγείων πνευμάτων. οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ πρὸς ἐξουσίας καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Oὐκοῦν οὐ λήσεται ὑμᾶς τι τῶν νοημάτων τοῦ διαβόλου, ἐὰν ὡς Παῦλος τελείως εἰς Χριστὸν ἔχητε τὴν πίστιν καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος. ἀρχὴ ζωῆς πίστις, τέλος δὲ ἀγάπη· τὰ δὲ δύο ἐν ἑνότητι γενόμενα θεοῦ ἄνθρωπον ἀποτελεῖ. τὰ δὲ ἄλλα πάντα εἰς καλοκἀγαθίαν ἀκόλουθά ἐστιν. οὐδεὶς πίστιν ἐπαγγελλόμενος ὀφείλει ἁμαρτάνειν, οὐδὲ ἀγάπην κεκτημένος μισεῖν τὸν ἀδελφόν. ὁ γὰρ εἰπών· Ἀγαπήσεις κύριον τὸν θεόν σου, εἶπεν· Kαὶ τὸν πλησίον σου ὡς σεαυτόν. οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι οὐκ ἐξ ὧν λέγουσι μόνον, ἀλλὰ καὶ ἐξ ὧν πράττουσι γνωρίζονται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Ἄμεινόν ἐστι σιωπᾶν καὶ εἶναι, ἢ λαλεῖν καὶ μὴ εἶναι. οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ' ἐν δυνάμει· καρδίᾳ πιστεύεται, στόματι δὲ ὁμολογεῖται, τῇ μὲν εἰς δικαιοσύνην, τῷ δὲ εἰς σωτηρίαν. καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας ἐν τῇ βασιλείᾳ. ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος πρῶτον ἐποίησεν, καὶ τότε ἐδίδαξεν, ὡς μαρτυρεῖ Λουκᾶς, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν. οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγὺς αὐτῷ ἐστιν. πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὦμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεός. Χριστὸς ἐν ἡμῖν λαλείτω, ὡς καὶ ἐν Παύλῳ. τὸ πνεῦμα τὸ ἅγιον διδασκέτω ἡμᾶς τὰ Χριστοῦ φθέγγεσθαι παραπλησίως αὐτῷ.