4
παρευδοκιμουμένου, καὶ διατελῇ ταῖς τιμαῖς εἰς ὕβριν κεχρημένος ἐκείνου, λαμβάνει τινὰ ἀφορμὴν τὸ πάθος· ὅταν δὲ μένῃ τιμῶν, μᾶλλον δὲ θεραπεύων μειζόνως, καὶ εἴκων ἐν ἅπασι, ποίαν ἂν ἔχοι πρόφασιν ἡ βασκανία λοιπόν; Ὥστε εἰ καὶ μηδὲν αὐτῷ κατώρθωται ἕτερον, δι' αὐτὸ τοῦτο μειζόνως αὐτὸν ἀγαπᾷν ἔδει, ὅτι τοσαύτην ἀφορμὴν λαβὼν πρὸς τυραννίδος ἐπίθεσιν, ἔμενε τὴν αὐτῷ πρέπουσαν ἐπιείκειαν διατηρῶν. Οὐδὲ γὰρ δὴ μόνον τὰ πρότερα, ἀλλ' οὐδὲ τὰ μετὰ ταῦτα πολλῷ μείζονα ὄντα ἐπῆρεν αὐτόν. Ποῖα δὴ ταῦτα; Ἦν ∆αυῒδ συνιὼν, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπων τὸν ∆αυῒδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ. Καὶ Μελχὼλ ἡ θυγάτηρ Σαοὺλ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ συνῆκε παρ' ἅπαντας τοὺς δούλους Σαούλ· καὶ ἐτιμήθη τὸ ὄνομα αὐτοῦ σφόδρα. Καὶ Ἰωνάθαν υἱὸς Σαοὺλ ἠγάπα τὸν ∆αυῒδ σφόδρα. Ἀλλ' ὅμως τὸν δῆμον ἅπαντα καὶ τὴν οἰκίαν τοῦ βασιλέως οἰκειωσάμενος, καὶ κρατῶν ἐν τοῖς πολέμοις πανταχοῦ, καὶ οὐδαμοῦ διαμαρτάνων, καὶ τοιαύτας ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων ἀπολαβὼν τὰς ἀμοιβὰς, οὐκ ἐξετραχηλίζετο, οὐδὲ ἐπεθύμει τῆς βασιλείας, οὐδὲ ἠμύνατο τὸν ἐχθρὸν, ἀλλ' ἔμενεν εὐεργετῶν. καὶ τοὺς ὑπὲρ αὐτοῦ πολέμους κατορθῶν. Τίνα οὐκ ἂν ἔπεισε ταῦτα ἐκτεθηριωμένον καὶ ἄγριον καταθέσθαι τὴν ἔχθραν, καὶ ἀπαλλαγῆναι τῆς βασκανίας; Ἀλλὰ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπάνθρωπον οὐδὲν τούτων ἔπεισεν· ἀλλὰ πρὸς ἅπαντα ἀποτυφλωθεὶς, καὶ τῇ βασκανίᾳ τὴν ψυχὴν ἐπιδοὺς, ἀνελεῖν αὐτὸν ἐπιχειρεῖ· καὶ τί ποιοῦντα τοῦτο γάρ ἐστι τὸ μεῖζον καὶ θαυμαστόν; ψάλλοντα καὶ καταστέλλοντα αὐτοῦ τὴν μανίαν. ∆αυῒδ ἔψαλλε τῇ χειρὶ αὐτοῦ, φησὶν, ὡς καθ' ἑκάστην ἡμέραν· καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ· καὶ ἦρε Σαοὺλ τὸ δόρυ, καὶ εἶπε· Πατάξω ἐν ∆αυΐδ· καὶ ἐπάταξεν ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε ∆αυῒδ ἀπὸ προσώπου αὐτοῦ δίς. Ἆρα ἂν ἔχοι τις εἰπεῖν μείζονα τούτων πονηρίας ὑπερβολήν; Ἄρα δὲ καὶ τὰ μετὰ ταῦτα. Ἄρτι τῶν πολεμίων ἀπελαθέντων, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων αἴτιον ἀνελεῖν ἐπεχείρησε ψάλλοντα, καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς ἠκόντισε, βουλόμενος ἀνελεῖν. Καὶ τοιαύτας 54.681 αὐτῷ ἀντὶ τῶν κινδύνων τὰς ἀμοιβὰς ἐδίδου. Καὶ πολλάκις τοῦτο ἐποίησε, καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ. Ὁ δὲ ἅγιος ἐκεῖνος καὶ μετὰ ταῦτα πάντα ἔμενε τὰ ἐκείνου θεραπεύων, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ κινδυνεύων, καὶ παραταττόμενος ἐν τοῖς πολέμοις ἅπασι, καὶ τὸν ἑαυτοῦ διασώζων σφαγέα τοῖς οἰκείοις κινδύνοις, καὶ οὔτε ἐν ῥήμασιν, οὔτε ἐν πράγμασιν ἐλύπησε τὸν ἄγριον θῆρα ἐκεῖνον, ἀλλὰ πρὸς πάντα εἶκε καὶ ὑπήκουε, καὶ τὸ ὁρισθὲν αὐτῷ τῆς νίκης ἔπαθλον οὐ λαβὼν, ἀλλ' ἀποστερηθεὶς τὸν μισθὸν τῶν κινδύνων ἐκείνων, οὐδὲ λόγῳ ποτὲ ἐνεκάλεσεν, οὐ τοῖς στρατιώταις, οὐ τῷ βασιλεῖ· οὐ γὰρ ἐπὶ μισθῷ ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, ἀλλὰ τὴν ἄνωθεν ἐκδεχόμενος ἀμοιβήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι οὐκ ἀπῄτησε τὸν μισθὸν, ἀλλ' ὅτι καὶ διδόμενον διεκρούσατο διὰ πολλὴν ταπεινοφροσύνης ὑπερβολήν. Ἐπειδὴ γὰρ ὁ Σαοὺλ πάντα κινῶν καὶ πραγματευόμενος οὐκ ἴσχυσεν αὐτὸν ἀνελεῖν, ῥάπτει τὸν διὰ τοῦ γάμου δόλον, καὶ καινόν τινα προικὸς καὶ ἕδνων ἐπινοεῖται τρόπον. Οὐ γὰρ βούλεται, φησὶν, ὁ βασιλεὺς ἕδνα, ἀλλ' ἢ ἑκατὸν ἀκροβυστίας ἐκδικῆσαι εἰς τοὺς ἐχθροὺς τοῦ βασιλέως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἄνελέ μοι, φησὶν, ἑκατὸν ἄνδρας, καὶ τοῦτο ἀντὶ τῶν ἕδνων ἔσται μοι. Ταῦτα δὲ ἔλεγε βουλόμενος αὐτὸν προφάσει τοῦ γάμου παραβαλεῖν τοῖς ἐχθροῖς. δʹ. Ἀλλ' ὅμως ὁ ∆αυῒδ κατὰ τὴν αὑτοῦ πραότητα τὰ πράγματα κρίνων,