1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

ταμιεύσωμεν. Κἂν μετὰ τὴν νηστείαν βούλῃ θεραπεῦσαι τὸ σῶμα ὡς ἀσθενὲς τυγχάνον, τῇ συμμετρίᾳ θεράπευσον· ἵνα, ὥσπερ ὁλκὰς ἐλαφρὸν φορτίον ἄγουσα, ὑψηλοτέρα ᾖ τῶν κυμάτων τῆς πονηρίας ἡ ψυχή· κἂν οἱ πειρασμοὶ διεγερθῶσι τῶν ἐπιθυμιῶν, νῆψαι δυνηθῇ πρὸς ἀνταγώνισιν, πρὸς κυβέρνησιν λογισμῶν, ἵνα τὸ σκάφος ἀναυάγητον διαφυλάξωμεν. Ἔχομεν γὰρ ἀδελφὴν τῆς νηστείας σύμμαχον πρὸς βοήθειαν, εὐχὴν λέγω· κἂν θάνατος ᾖ, κἂν πειρασμὸς, ἢ ἕτερόν τι τῶν κακῶν, εὐχῇ καὶ νηστείᾳ διαλύεται. Καὶ τί λέγω; Νηστεία δαίμονας φυγαδεύει, καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν· νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε. Καὶ τί ἔτι λέγω; Εἰ μὴν ἦν φάρμακον σωτηρίας καὶ πρόξενον ζωῆς, οὐκ ἂν ἐξ ἀρχῆς ὁ Θεὸς νηστεύειν ἐνετείλατο. Εἰ γὰρ ἐνήστευσεν Ἀδὰμ, οὐκ ἂν αὐτῷ θάνατος ἤγγιζεν, οὐκ ἂν ἐξέπιπτε τῆς ἀξίας τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ, καὶ τοῦ παραδείσου τῆς τρυφῆς ἐξεβάλλετο, καὶ τὴν ἐπίμοχθον ταύτην ζωὴν κατεδικάζετο· ἀλλ' ἐπειδὴ νόμῳ γαστρὸς ὑπήκουσε, διὰ τοῦτο εἰς θάνατον κατήντησε. Νηστεία ἀγγέλων ὑπάρχει δίαιτα· καὶ τὸ δὴ μεῖζον, ὁ Σωτὴρ ἐνήστευσεν, οὐκ αὐτὸς δεόμενος τοῦ φαρμάκου τῆς νηστείας, ἀλλ' ἵνα ὑπογραμμοὺς ἡμῖν νηστείας ἐγκατασπείρῃ πρὸς σωτηρίαν. Λάβε τοίνυν τὴν νηστείαν ὅλου τοῦ βίου συνέμπορον, ἵνα σε διαφυλάξῃ, ἵνα σε ἐκ θανάτου ῥύσηται, ἵνα σε ἐκ πειρασμῶν διασώσῃ, καὶ εἰσάξῃ σε εἰς τὸν τῆς βασιλείας τῶν οὐρανῶν λιμένα, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 60.715 Περὶ νηστείας Λόγος γʹ. Πρώην, ἐξ ὧν ἀκηκόατε, μεμαθήκατε ὅπως φιλότιμον τὸ τῆς νηστείας προοίμιον, ἀδελφοί. Ἀσιτοῦντες γὰρ, τοῖς τοῦ κόσμου στοιχείοις ὡς ὄψοις εἱστιάθημεν, οὐ μικρῶς, μᾶλλον δὲ σφοδρῶς θεασάμενοι Θεὸν ψυχῆς ὀφθαλμῷ ἐκτείνοντα τὸν οὐρανὸν, καλλωπίζοντα τὸ στερέωμα, χαλινοῦντα θάλασσαν, τροφοφοροῦντα ἐκ γῆς. Καὶ σκόπει μοι τὸ παράδοξον τὰ μὲν γὰρ γύναια τίκτει βρέφος, καὶ τότε προσφέρει τροφήν· ὡς ἐὰν μὴ βρέφος προέλθῃ, ἄκαρπος ἡ θήλη· γῆ δὲ, πρὶν ἢ γενέσθαι τὸν Ἀδὰμ, προήγαγε τροφὴν, καὶ πρὸ τόκου τράπεζα προὔκειτο τῷ παιδὶ, πρὸ τόκου τῷ πρωτοπλάστῳ προὔκειτο τράπεζα. Βλαστησάτω γὰρ, φησὶν ὁ Θεὸς, βοτάνην, καὶ τότε ἔπλασε τὸν ἄνθρωπον, χοῦν· οὐκ ἀργῶς, ἀλλ' ἵνα ἐκ τῆς γῆς προελθὼν, καὶ ἐπὶ τῆς γῆς περιπατῶν, καὶ ταύτην τὴν μητέρα καλῶν, καὶ εἰς ταύτην ὁρῶν, μὴ ἐπαίρηται, ἀλλὰ τὴν Ἀβραμιαίαν ἐκείνην Θεῷ προσφέρῃ φωνὴν λέγων· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ταύτην γὰρ τὴν ὁμολογίαν Θεῷ ποτε πρεσβεύων προσήνεγκεν ὁ φιλόξενος· ταύτην καὶ ἡμᾶς προσφέρειν καλόν. Αὕτη γὰρ ἡ φωνὴ τῆς φύσεως ἀσφαλέστατος χαλινός· αὕτη ἄτακτα βαίνειν οὐ συγχωρεῖ, ἄν τις ἀνάσχοιτο ἐρασθῆναι γῆς, τυγχάνων γῆ αὐτός. Εἰ γὰρ γῆς ἐρᾷ, κτῆμα κεκτήσθω τὸ ἴδιον σῶμα, καρποφόρον δεικνύτω ἑαυτὸν, τὰς ἀρετὰς ὡς εἰσφορὰς ἀποδιδότω τῷ τῆς κτίσεως γεωργῷ. Ὁ πατήρ μου, φησὶν, ὁ γεωργός. Πότε δέ τις ἐπιθυμήσει χρυσοῦ, ὁ γῆν ἐπιστάμενος ἑαυτόν; πότε δὲ ἐρασθείη ἐσθῆτος λαμπρᾶς ὁ κόνιν καλῶν ἑαυτόν; πότε εἰς πόθον ἀξίας ἐλθεῖν σπουδάσει, γῆν ὁμολογήσας ἑαυτόν, Ὅτι γὰρ ὁ ταύτην μελετήσας τὴν φωνὴν οὐκ ἐρεῖ τῷ πλησίον κακῶς, οὐ κινήσει κατὰ τοῦ πέλας γλῶτταν ἢ δεξιὰν, παντί που δῆλόν ἐστιν. Οὕτω σοφή τις καὶ θεία ἡ τοῦ φιλοξένου φωνή· Ἐγὼ γὰρ, ἔλεγε, φησὶν, εἰμὶ, οὐ πλάσμα σὸν, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκὼν σὴ, ὅπερ ἀψευδὲς, οὐκ ἐμφύσημα θεῖον, ὅπερ ἀκριβὲς, οὐ λογικὸς ἀνδριὰς, ὅπερ ἀσφαλές· ἀλλὰ ταῦτα πάντα δι' εὐλάβειαν σιγήσας καὶ λήθῃ παραδοὺς, γῆν ἐπὶ τοῦ