170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θεῷ ἐλπίδα ποιεῖσθαι καὶ τὰ αἰώνια ζητεῖν, μὴ τοῖς πρὸς βραχὺ φαινομένοις δελεάζεσθαι μηδ' ἀποκλίνειν εἰς ψεῦδος ἐκ τοῦ ἀληθῶς ἀγαθοῦ. ψεῦδος γὰρ ἅπαν ὃ νομίζουσιν ἄνθρωποι δι' ἑαυτῶν πορίζεσθαι, μόνον δὲ ἀληθὲς τὸ παρὰ θεοῦ ὃ δὴ καὶ ἐπέδειξε δι' ὅλης τῶν ἀνθρώπων οἰκονομίας πάντα μὲν ἐλέγξας τὰ ἀνθρώπινα, τὸ δὲ παρ' αὐτοῦ τέλεον ἀγαθὸν ἐπαγαγών. 35 Ps 39,12 Ἑαυτὸν λέγων τὴν ἐκκλησίαν δηλοῖ, ἐλέου δὲ ἡμᾶς δεομένους παρίστησιν, ἵν' ἐν τῇ χάριτι μένωμεν· καὶ ἰσχυρὰ τοῦ ἐλέου ἡ αἴτησις, ὅτι οὐκ εἰς ἀνθρώπους ἀλλ' εἰς αὐτὸν χωρεῖν λέγεται. οὕτω γὰρ ἄνθρωποι τῶν παρὰ θεοῦ τυγχάνομεν, ὅτι Χριστὸς ἀνθ' ἡμῶν ὁ τὸ εἰς ἡμᾶς ἀγαθὸν ὑποδεχόμενος, ὥσπερ φησὶν Καὶ ἐγὼ διατίθεμαι ὑμῖν διαθήκην καθὼς διέθετό μοι ὁ πατήρ μου. 36 Ps 39,14 Οὐδεμία γὰρ δύναμις εἰς σωτηρίαν τῇ Χριστοῦ ἐκκλησίᾳ πλὴν ἡ παρὰ θεοῦ, ὅτι μήθ' ὅπλα μήτε χρήματα μήτε τειχῶν περιβολαὶ μήτε γῆς κράτησις μήτε τι τοιούτων ἐν ἡμῖν οἷον ἐν Ἰουδαίοις, ὥστε θαυμάσιον καὶ οὐδενὸς τῶν ἄλλων θαυμάτων ἔλαττον πολεμουμένους ὑπὸ μυρίων ἐθνῶν ἀόπλους ἀνθρώπους καὶ ἀπαρασκεύους καὶ μὴ ἀμυνομένους διαμένειν τε καὶ ἐπαύξεσθαι· οἷον ἦν τὸ τοῦ βάτου θαῦμα τοῦ καιομένου καὶ μὴ κατακαιομένου, καὶ τοῦτο ἐκτύπωσις Χριστοῦ διὰ πάθους νικῶντος. ἡ γὰρ πάσχουσα ἐκκλησία καὶ μὴ καταλυομένη πάντα φέρει ἐν ἑαυτῇ τῆς σοφίας τὰ δείγματα καὶ τῆς ἄνωθεν ἐπικουρίας προφανῆ τὰ γνωρίσματα. 37 Ps 39,18 Εἰς δὲ ταῦτα τὰ τέλη, φησίν, προβήσεται ἡ ἐκκλησία, πτωχεύσασα πρότερον καὶ διὰ πενίας πολλῆς ἐλθοῦσα τῆς ἐν κόσμῳ καὶ τῇ παρὰ σοῦ πλουτήσασα δυνάμει καὶ τῇ παρὰ σοῦ δοξασθεῖσα ἐπικουρίᾳ ἣν αἰτεῖ μὴ χρονίζειν. καὶ διὰ τὴν αἴτησιν οὐ χρονιεῖ, καθὰ λέγεται τὸ Ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38 Ps 40,1 Ἐπισυνάπτεται καὶ οὗτος εἰς τὴν αὐτὴν ὑπόθεσιν. τοῦ γὰρ σωτῆρος τὸ πρόσωπον καὶ τοῦ πάθους ἡ μνήμη καὶ τῆς ἀναστάσεως ἡ πρόρρησις καὶ τῆς εἰς οὐρανὸν ἐπανόδου. ἄρτι μὲν οὖν ἔλεγεν τὸ Ἐγὼ πτωχὸς καὶ πένης, ἐπάγοιτο δ' ἂν ἀκολούθως ὡς ἐξαιρέτως ὑπ' αὐτοῦ λεγόμενον εἰς αὐτόν.
39 Ps 40,2a Εἰ καὶ ὅτι μάλιστα περὶ πάντας τοὺς ἐν κόσμῳ πτωχεύοντας διὰ
δικαιοσύνην ἀγαθὸν ἡ σύνεσις, σύνεσις δὲ ἐν τῷ πλουσίους ἡγήσασθαι τοὺς τοιούτους πένητας, τὸν δὲ δὴ ὄντως πλούσιον, δι' ἡμᾶς δὲ πτωχὸν ὁ γινώσκων καὶ συνιεὶς μακάριος ἀληθῶς· τῇ γνώσει δὲ θεοῦ πᾶσα μακαριότης ἀκολουθεῖ. 40 Ps 40,5 Πάλιν τὰς ἀνθρώπων ἁμαρτίας ἰδίας ὁ ὑπὲρ ἀνθρώπων πάσχων λέγει καὶ τὸν ἐπὶ ταύταις ἔλεον εἰς ἡμᾶς ἐφ' ἑαυτοῦ ζητεῖ, ὃς λύει τὴν τῶν ἀγνοούντων ἐπ' αὐτῷ καταφρόνησιν ἐκφαίνων τὴν δόξαν, ἐπ' αὐτοῦ μὲν κατὰ τὴν ἰδίαν δύναμιν, ἐφ' ἡμῶν δὲ κατὰ τὴν Χριστοῦ χάριν. 41 Ps 40,6 Τοῦτο γὰρ ἦν διὰ σπουδῆς, φησίν, προηγουμένως μὲν τοῖς ἀοράτοις, ἔπειτα δὲ τοῖς ὁρατοῖς Ἰουδαίοις τῆς κατὰ φύσιν ἀρχῆς ἐκβαλεῖν τὸν ἀληθῆ βασιλέα λογισαμένοις ἐν κατασχέσει γενέσθαι τῆς μὴ προηκούσης κληρονομίας· διὸ καὶ ἔλεγον ∆εῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 42 Ps 40,9 Σπεύδουσι, φησίν, ἐπὶ τῷ θανατῶσαι τὸν δίκαιον, οὐκ εἰδότες ὕπνον ὄντα τὸν ἐκείνου θάνατον ἐπ' ἀναστάσει γινόμενον καὶ οὐκ ἀναίρεσιν τῆς ζωῆς ἀλλὰ μετάστασιν εἰς οὐρανὸν παρεισάγοντα κατὰ τὸ Ἤρθη ἀπὸ γῆς ἡ ζωὴ αὐτοῦ. 43 Ps 40,10 Ἔσται, φησίν, ἡ ἀνάστασις διαλύουσα τὴν τῶν ἐχθρῶν ἐφ' ἡμῖν συγκρότησιν καὶ τῶν φίλων τὴν προδοσίαν. ἤδη γὰρ ἐπανέστη καὶ μαθητής, εἰρήνης ἀξιούμενος τῆς παρ' ἐμοῦ καὶ ἐν τοῖς πιστευομένοις ἀριθμούμενος καὶ τροφῆς κοινονῶν, ὄφις δὲ ὢν ἐξηλέγχθη, πτέρνης ἐπιλαβέσθαι βουλόμενος. τούτου δὲ καὶ αὐτὸς ὁ κύριος ἐμνημόνευσεν ὡς εἰς αὐτὸν εἰρημένου λέγων Ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ ἐσθίων ἄρτον μου ἐπῆρκεν ἐπ' ἐμὲ τὴν πτέρνην αὐτοῦ. 44 Ps 40,13
5