5
3.τ ΚΑΝ∆Ι∆ΙΑΝΩ 3.1 Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον.
Εὐλαβήθην αὐτήν, ὥς τι δημόσιον προσαγ γέλλουσαν, καί, παρ' ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφο βούμην προσβλέπων ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. Ἐπεὶ δὲ ἔλυσα καὶ πάνθ' ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε· τοῦτο μὲν ὑφ' ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον· τοῦτο δὲ πρὸς τὰ ∆ημοσθένους τὰ σὰ κρίναντι. Ὅτι ὃ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτ' ἠξίου ∆ημοσθένης, ἀλλὰ χορη γὸς ὀνομάζεσθαι, σὺ δ' ὁ αὐτὸς εἶ καὶ χορηγῶν καὶ μή, χορηγῶν μέντοι πλείονα μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια· ὅς γε οὔθ' ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον, καὶ τῆς περὶ Λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλά, τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ χαλάζῃ πραγμάτων οἷον ὑπὸ τεῖχός τι καρτερὸν ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σεαυτοῦ μέρος. Καὶ τὰ μὲν σὰ τοιαῦτα, οὕτω μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾶν δυναμένοις, καὶ πάλιν οὐ θαυ μαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. Ἄκουε δὲ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκο λούθως ἡμῖν ἀπαντῶντα. 3.2 Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννίσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιόν τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρ' ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων καὶ καταρρήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς. Ἵν' οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν πρὸς ἐπιχείρησιν ἐπιτήδειοι, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. Μόνως γὰρ ἂν οὕτω τὸ ἄπραγμον ἡμῖν σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν. Γένοιτο δ' ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. Καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.
4.τ ΟΛΥΜΠΙΩ
4.1 Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν
τῆς ἐσχατιᾶς ἀπελαύνων; Οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπ' αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος, ὅτι τούτῳ μὲν συνοικεῖν εἱλόμην ἐγώ, νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀπο βαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλ'· «Εὖγε, εἶπεν, ὦ Τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον»· νῦν δὲ τὸν Κλεάνθη, μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλῶντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. Τὸν δὲ ∆ιογένη οὐδὲ ἐπαύσατό ποτε θαυμάζων, τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀπορρῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐγκύπτων πίνειν. Ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλο δωρεαῖς ἐξοικισθεῖσα νῦν, προσθείη δὲ καὶ ἀπειλήν τινα ὅτι· «Εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶ τιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρ' ἐμαυτῆς ἀμυνοῦμαι.» Καὶ ταύτῃ μὲν δὴ ταῦτα, ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. Πρέποι δ' ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.