1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

δικαίωμα ὁ νόμος, ἠσθένει δὲ διὰ τὸ συγχωρῆσαι αὐτὸν αὐτοῖς τρυφᾶν. τί οὖν συνεχώρει; ὅτι οὐκ ἂν παρεδέχθη, εἰ μὴ συνκατέβαινεν αὐτῶν τῇ ἀσθενείᾳ. τί οὖν ὠφέλησε συγκαταβάς, εἰ μὴ ἐδικαίωσεν; ὅτι τὸν νοῦν εἰς ἀναισθησίαν ἀγνοίας ἐκπεσόντα ἀνεκαλέσατο. τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, φησίν, ἀντὶ τοῦ κατὰ τὸν νόμον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς, σαρκικὸν δὲ ἦν καὶ τὸ συγχωρῆσαι τρυφᾶν. Rom 8,9 Ὑμεῖς δέ, φησίν, οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, ἀντὶ τοῦ οὐκ ἐστὲ ἐν σαρκικαῖς ἐπιθυμίαις, ἀλλ' ἐν πνεύματι ζῆτε. εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν καὶ μὴ ὑπτιοῦσθαι ὡς κατωρθωκότας κατὰ δισταγμὸν ἐξήνεγκε τὸν λόγον εἰπών· εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι ὡς ἤδη ἔχοντας πνεῦμα θεοῦ ἐπιβλαβὲς ἦν καὶ τὴν σπουδὴν διακόψαι ἱκανόν. 92 Rom 8,11 Προειπὼν πνεῦμα Χριστοῦ, νῦν πάλιν φησὶ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν οἰκεῖ ἐν ὑμῖν. ἐπαναγαγὼν ἀπὸ τοῦ Χριστοῦ ἐπὶ τὸν πατέρα τὸ πνεῦμα, οὐδὲν ἕτερον ἀλλ' ἢ σαφῶς διδάσκων, ὅτι ἐκ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα οὐκ ἀλλότριον τῆς πατρικῆς θεότητός ἐστιν, καὶ οἷς μία ἡ ἐνέργεια, τούτοις πάντως καὶ ἡ οὐσία τῷ πατρὶ συναΐδιος. ἀκολούθως μέντοι ἐνοικήσαντος πνεύματος ἁγίου καὶ τῆς ἁμαρτίας νεκρωθείσης, ἕπεσθαι τοῖς ἀγωνιζομένοις τὰ ἔπαθλά φησιν, ὧν πρῶτον καὶ μέγιστον ἦν ἡ ἐκ νεκρῶν ἀνάστασις. Rom 8,15 Τὸν νόμον πνεῦμα δουλείας εἶπε καὶ δούλους τοὺς ὑπὸ τὸν νόμον· τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου καὶ τῆς ἐπιταγῆς ἀμελήσαντας τιμωρίαν ἀπειληθεῖσαν φοβεῖσθαι δουλείας σημεῖόν ἐστιν, τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν θεὸν ἀποκαλεῖν διὰ τὴν τοῦ βίου καθαρότητα υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. εἴτε δὲ δουλείας ἐδόθη πνεῦμα εἴτε υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα ἐπ' ἀμφοτέρων ἐστὶ κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Rom 8,16 Ἔδειξε διὰ τούτου ὅτι καὶ τὴν ψυχὴν πνεῦμα λέγει, ὅταν ᾖ πνευματική, καὶ τὸ χάρισμα τοῦ πνεύματος πνεῦμα. τοῦτο οὖν ἐστιν ὅ φησιν ἀλλαχοῦ· τὸ γὰρ τί προσευξώμεθα οὐκ οἴδαμεν, αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας· ἔστι δὲ τοιοῦτον χάρισμα προσευχῆς, ἣ ἐπὶ τῶν ἀποστόλων. ἐπειδὴ πολλάκις καὶ τὰ μὴ συμφέροντα αἰτοῦμεν, διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν ἀποστόλων, ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ τοῦ λαοῦ τὰ συμφέροντα τὸν θεὸν ᾔτει, στεναγμοῖς ἀλαλήτοις χρώμενος, ἵνα πρὸς εὐλάβειαν καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. οὐκοῦν καὶ τοῦ ψάλλειν χάρισμα ἦν καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. συμμαρτυρεῖ δὲ τῷ πνεύματι ἡμῶν, ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι προσηύχετο ὁ ἔχων τὸ χάρισμα, προσευχόμενος δὲ τὸ Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς ἔλεγεν. διὰ τοῦτο, φησί, συμμαρτυρεῖ τὸ 93 πνεῦμα τῆς προσευχῆς τῷ πνεύματι ἡμῶν ὃ ἔχομεν διὰ τοῦ βαπτίσματος, ὅτι ἐσμὲν τέκνα θεοῦ· κράζει γὰρ τὸ πνεῦμα τοῦτ' ἔστι τὸ χάρισμα τὸ τῆς προσευχῆς Ἀββᾶ ὁ πατήρ. Rom 8,17-18 Εἴπερ συμπάσχομεν, φησίν, ἵνα καὶ συνδοξασθῶμεν. τὸ συμπάσχειν οὐ τὸ συναλγεῖν καὶ συνάχθεσθαι τῷ πεπονθότι δηλοῖ κατὰ τὸν τῆς συνηθείας λόγον· οὐδὲ γὰρ ἔπασχέ τι παρὰ γνώμην ὁ Χριστός, οὐδὲ ἠσθένει βουληθεὶς ἀμύνασθαι τοὺς λυπήσαντας. τί οὖν ἐστι τὸ συμπάσχειν Χριστῷ; τὸ τὰ αὐτὰ πάθη αἱρεῖσθαι ὑπομένειν ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων πάσχειν ὑπὸ Ἰουδαίων ἠνέσχετο. ἐὰν κατὰ τὸν αὐτὸν τρόπον διωκόμενοι καρτερῶμεν, ἀτιμαζόμενοι μὴ δυσφορῶμεν, ἐὰν πρὸς θάνατον ἑτοίμως ἔχωμεν ὑπὲρ εὐσεβείας ὡς αὐτῷ συμπαθόντες, καὶ συνδοξασθησόμεθα ἐν τῷ γενέσθαι τέκνα θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. καὶ ἐπειδὴ εἶπεν τὸ συμπάσχειν Χριστῷ αἴτιον ἡμῖν γίνεσθαι τοῦ συνδοξασθῆναι αὐτῷ, καὶ ἐδόκει τὸ τοιοῦτον καμάτων εἶναι μισθὸς καὶ οὐ κατὰ χάριν δωρεά, εἰ καὶ τὰ μάλιστα ἡ δωρεὰ τῶν φθασάντων ἁμαρτημάτων