ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ' ἑαυτοῦ, τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν εὔκολος καὶ ἀρχαῖος, τῇ δὲ παρὰ πότον ὁμιλίᾳ τοὺς παρ5.1.7 όντας καθηδύνων καὶ διαπιπλὰς ὥσπερ νέκταρος. οἱ δέ, ἀλήκτως ἔχοντες καὶ ἀκορέστως τῆς ἀπολαύσεως, ἠνώχλουν αὐτῷ συνεχῶς, καὶ προστησάμενοί γε τοὺς ἀξίους λόγου, πρὸς αὐτὸν ἔφασκον· "τί δῆτα μόνος, ὦ διδάσκαλε θειότατε, καθ' ἑαυτόν τινα πράττεις, οὐ μεταδιδοὺς τῆς τελεω5.1.8 τέρας σοφίας ἡμῖν; καίτοι γε ἐκφέρεται πρὸς ἡμᾶς λόγος ὑπὸ τῶν σῶν ἀνδραπόδων, ὡς εὐχόμενος τοῖς θεοῖς μετεωρίζῃ μὲν ἀπὸ τῆς γῆς πλέον ἢ δέκα πήχεις εἰκάζεσθαι· τὸ σῶμα δέ σοι καὶ ἡ ἐσθὴς εἰς χρυσοειδές τι κάλλος ἀμείβεται, παυομένῳ δὲ τῆς εὐχῆς σῶμά τε γίνεται [καὶ] τῷ πρὶν εὔχεσθαι ὅμοιον, καὶ κατελθὼν ἐπὶ τῆς γῆς τὴν πρὸς ἡμᾶς ποιῇ συν5.1.9 ουσίαν." οὔ τι μάλα γελασείων, ἐγέλασεν ἐπὶ τούτοις τοῖς 5.1.10 λόγοις Ἰάμβλιχος. ἀλλ' εἰπὼν πρὸς αὐτούς, ὡς "ὁ μὲν ἀπατήσας ἡμᾶς οὐκ ἦν ἄχαρις, ταῦτα δὲ οὐχ οὕτως ἔχει· τοῦ λοιποῦ δὲ οὐδὲν χωρὶς ὑμῶν πεπράξεται" τοιαῦτα ἐπεδεί5.1.11 ξατο· εἰς δὲ τὸν ταῦτα γράφοντα ἦλθεν παρὰ τοῦ διδασκάλου Χρυσανθίου τοῦ ἐκ Σάρδεων. ἐκεῖνος δὲ ἦν Αἰδεσίου μαθητής, Αἰδέσιος δὲ ἀνὰ τοὺς πρώτους Ἰαμβλίχου, καὶ 5.1.12 τῶν ταῦτα πρὸς αὐτὸν εἰρηκότων. ἔλεγεν οὖν ἐπιδείξεις αὐτοῦ μεγάλας τῆς θειότητος γεγενῆσθαι τάσδε. ἥλιος μὲν ἐφέρετο πρὸς τοῦ Λέοντος ὅρια, ἡνίκα συνανατέλλει τῷ καλουμένῳ Κυνί, καὶ θυσίας καιρὸς ἦν· ἡ δὲ εὐτρέπιστο ἔν 5.1.13 τινι τῶν ἐκείνου προαστείων. ὡς δὲ τὰ πάντα εἶχε καλῶς, <καὶ> ἐπὶ τὴν πόλιν ὑπέστρεφον, βάδην καὶ σχολαίως προϊόντες (καὶ γὰρ διάλεξις ἦν αὐτοῖς περὶ θεῶν τῇ θυσίᾳ πρέπουσα) τὸν νοῦν ἐπιστήσας ὁ Ἰάμβλιχος μεταξὺ διαλεγόμενος, ὥσπερ ἀποκοπεὶς τὴν φωνήν, καὶ τὰ ὄμματα εἰς τὴν γῆν ἀτρεμίζοντα χρόνον τινὰ ἐρείσας, ἀνά τε ἔβλεψεν εἰς τοὺς ἑταίρους, καὶ πρὸς αὐτοὺς ἐξεβόησε· "ἄλλην ὁδὸν πορευώ5.1.14 μεθα· νεκρὸς γὰρ ἐντεῦθεν ἔναγχος παρακεκόμισται." ὁ μὲν οὖν ταῦτα εἰπὼν ἄλλην ἐβάδιζε καὶ ἥτις ἐφαίνετο καθαρωτέρα, καὶ σὺν αὐτῷ τινὲς ὑπέστρεφον, ὅσοις τὸ καταλιπεῖν τὸν διδάσκαλον αἰσχύνης ἄξιον ἔδοξεν· οἱ δὲ πλείους καὶ φιλονεικότεροι τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ Αἰδέσιος ἦν, ἔμειναν αὐτοῦ, τὸ πρᾶγμα ἐπὶ τερατείαν φέροντες, καὶ τὸν ἔλεγχον 5.1.15 ὥσπερ κύνες ἀνιχνεύοντες. καὶ μετὰ μικρὸν ἐπανῄεσαν οἱ θάψαντες τὸν τετελευτηκότα· οἱ δὲ οὐδὲ οὕτως ἀπέστησαν, ἀλλ' εἰρώτησαν εἰ ταύτην εἶεν παρεληλυθότες τὴν ὁδόν· οἱ δέ, "ἀναγκαῖον ἦν", ἄλλην γὰρ οὐκ ἔφασαν ἔχειν. 5.2.1 Ἔτι δὲ τούτου θειωδέστερον συνεμαρτύρουν, ὡς ἐνοχλοῖ ἡ μὲν <τῶν ὁμιλητῶν πληθὺς> αὐτῷ πολλάκις, μικρὸν τοῦτο εἶναι φάσκοντες καὶ ὀσφρήσεως ἴσως που πλεονέκτημα, βούλεσθαι δὲ διάπειραν λαβεῖν ἑτέρου μείζονος· ὁ δὲ πρὸς αὐτούς "ἀλλ' οὐκ ἐπ' ἐμοί γε τοῦτο" ἔλεγεν, "ἀλλ' ὅ5.2.2 ταν καιρὸς ᾖ". μετὰ δὲ χρόνον τινὰ δόξαν αὐτοῖς ἐπὶ τὰ Γάδαρα· θερμὰ δέ ἐστι λουτρὰ τῆς Συρίας, τῶν γε μετὰ τὴν Ῥωμαϊκὴν ἐν Βαΐαις δεύτερα, ἐκείνοις δὲ οὐκ ἔστιν ἕτερα παραβαλέσθαι· πορεύονται δὲ εἰς τὰ Γάδαρα κατὰ τὴν ὥραν τοῦ ἔτους. ὁ μὲν ἐτύγχανε λούμενος, οἱ δὲ καὶ συνελοῦντο, καὶ περὶ τῶν αὐτῶν ἐνέκειντο. μειδιάσας δὲ ὁ Ἰάμβλιχος, "ἀλλ' οὐκ εὐσεβὲς μέν," ἔφη "ταῦτα ἐπιδεί5.2.3 κνυσθαι, ὑμῶν δὲ ἕνεκε πεπράξεται." <καὶ> τῶν θερμῶν κρηνῶν δύο, τὰς μικροτέρας μέν, τῶν δὲ ἄλλων χαριεστέρας, ἐκέλευσεν ἐκπυνθάνεσθαι τοὺς ὁμιλητὰς παρὰ τῶν ἐπιχωρίων ὅπως ἐκ παλαιοῦ προσωνομάζοντο. οἱ δὲ τὸ προσ ταχθὲν ἐπιτελέσαντες, "ἀλλ' οὐκ ἔστι γε πρόφασις·" εἶπον, "ἀλλ' αὕτη μὲν Ἔρως καλεῖται, τῇ παρακειμένῃ δὲ Ἀντέ5.2.4 ρως ὄνομα." ὁ δὲ εὐθὺς ἐπιψαύσας τοῦ ὕδατος (ἐτύγχανε δὲ ἐπὶ τῆς κρηπῖδος κατὰ τὴν ὑπέρκλυσιν καθήμενος), καὶ βραχέα τινὰ προσειπών, ἐξεκάλεσεν ἀπὸ τῆς κρήνης κάτω5.2.5 θεν παιδίον. λευκὸν ἦν τὸ παιδίον καὶ μετρίως εὐμέγεθες, καὶ