Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακαριώτατος μένει διηνεκῶς ἐπὶ ταύτῃ; αὐτοὶ δὲ πρὸς ἅπαν εἶδος κακίας ἐξεκολλήθησαν, ἐπὶ τοσούτων κατακρατηθέντες τῇ πλάνῃ καὶ τῇ ἀγνοίᾳ τοῦ θεοῦ σκοτωθέντες, ὡς καὶ πρὸς τὰ παρὰ φύσιν ἐξενεχθῆναι, τυφλῶν δίκην οἷς ἔτυχον περιπίπτοντες, καὶ εἰκότως· εἰ γὰρ οὐχ οἷόν τε τοὺς τοῦ αἰσθητοῦ φωτὸς ἀπεστερημένους μὴ προσπταίειν τοῖς ἐν ποσίν, πολλῷ μᾶλλον ἀδύνατον ὀρθῶς βιῶναι καὶ ἀναμαρτήτως τοὺς ἐκείνου τοῦ μακαρίου φωτὸς ἑαυτοὺς ἀπεστερηκότας. Αὐτὸ τοῦτο δίκην αὐτῶν τῆς εἰς τὸν θεὸν πλημμελείας ἀπῆχθαι δεικνύς, ὡς πρὸ τῆς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας αὐτὸ τὸ ἁμαρτάνειν οὐ χαλεπωτάτη τοῖς σωφρονοῦσι κόλασις. {Rom 1,28} Οὐ τοῦτο τοίνυν φησίν, ὅτιπερ αὐτοὺς ὁ θεὸς ἐγκατέστρεψε τοῖς βδελυροῖς τούτοις τολμήμασιν· οὐδενὸς γὰρ αἴτιος τούτου θεὸς ἀνθρώ ποις. μὴ γένοιτο. πῶς γὰρ ὅς τε ἀγανακτῶν καὶ γεένναν ἐπὶ τούτοις ἠπείλησεν; ἀλλ' εἴωθεν ἡ γραφὴ τὴν συγχώρησιν τοῦ θεοῦ καὶ τὴν ἐγκατάληψιν οὕτω καλεῖν ὡς τὸ ἐξέκλινας τοὺς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, καὶ τὸ ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ, καὶ τὸ τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὴν καρδίαν ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; καὶ τὸ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· λέγει τοίνυν ὅτι ἀποστάντων ἀπέστη καὶ ἀφέντας αὐτὸν ἀφῆκεν αὐτούς, ὥστε αὐτοῦ τοῦ κιβδήλου βίου παραίτιον ἡ αὐτῶν περὶ θεοῦ ἀδόκιμος γνῶσις. {Rom 1,29-32} Καὶ ἑνὶ τούτῳ τῷ τῆς ἀδικίας προσρήματι κοινῇ τὰ εἰς ἀλλήλους αὐτῶν πάντα περιλαβὼν ἁμαρτήματα, ἐν τοῖς ἑξῆς ἀπαριθμεῖται καθ' ἕκαστον. καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἴς τινα παρὰ τούτου πόνον γινόμενον, πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας 360 τοῦ πλείονος βλάβην, κακίαν δὲ τὴν τοῦ κακῶσαι τὸν πέλας σπουδήν, φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν, φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν, ἔριν δὲ τὴν ἐπίψογον φιλονεικίαν, δόλον δὲ τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανάς, κακοήθειαν δὲ τὴν κακοτροπίαν, ψιθυρισμὸν δὲ τὴν ὑπ' ὀδόντα τῶν παρόντων κακολογίαν, καταλαλιὰν δὲ τὴν εἰς ἀπόντας ὑπό τινων βλασφημίαν, θεοστυγεῖς δὲ οὐ τοὺς ὑπὸ θεοῦ στυγουμένους οὐ γὰρ αὐτῷ τοῦτο δεῖξαι πρόκειται νῦνἀλλὰ τοὺς μισοῦντας θεόν, ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους, ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσιν φυσωμένους, ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας, ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακά, γονεῦσι δὲ ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας, ἀσυνέ τους δὲ τοὺς ἀσυνειδήτουςτῶν γὰρ τοιούτων οὐδὲν ἀφρονέστερον, ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται, ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους, ἀσπόν δους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους, ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον.
{Rom 2, 1} Ἢ ὁ κρίνων φησὶν ἀντὶ τοῦ ὁ διακριτικὸς τῶν πρακτέων φύσεως καταξιωθείς. διὰ τί δὲ ὁ τοιοῦτος ἀναπολόγητος; ἐν ᾧ γὰρ κρίνεις, φησί, τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. {Rom 2, 2-5} Ἄνω δέ μοι τὰ εἰρημένα διδάσκεται· φήσας γὰρ αὐτῷ κατακρίτους ἡμᾶς ἐφ' οἷς πταίομεν εἶναι, πάλιν κἀνταῦθα τοῖς ἀνωτέροις ὁμοίως ὁμολογουμένην παρὰ πᾶσι καὶ ἀνενδοίαστον οὖσαν τὴν κρίσιν τοῦ θεοῦ, ἐπάγει· οἴδαμεν ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. καὶ τοῦτο ὡς ἀναμφισβήτητον τεθεικὼς ἐπιτιμητικώτερον λοιπὸν τοῖς ἑξῆς πρὸς αὐτοὺς κέχρηται λόγοις. ὄντος ἡμῖν ἅπασιν, φησί, τούτου σαφῶς ὅτι κρίσις ἀδέκαστος διαδέχεται, σὺ προσδοκᾷς, ἄνθρωπε, ἐν γνώσει πταίειν 361 ἐξελεγχόμενος ὑφ' ἑαυτοῦ, μὴ δώσειν δίκην, ἀλλ'