1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι ὑμῶν οὐκ ἐτάκησαν. Μὴ ἐμὲ ὑπομενεῖτε, λέγει Κύριος, ὠργισμένον; Ἢ οὐκ ἰσχύει ἡ χείρ μου καὶ ἄλλας ἐπενεγκεῖν πληγάς; Ἔτι παρ' ἐμοὶ καὶ φλυκτίδες ἀναζέουσαι ἀπὸ καμινιαίας. αἰθά λης, ἣν πάσσων εἰς οὐρανὸν Μωϋσῆς, ἢ εἴ τις κατ' ἐκεῖνον ὑπηρέτης Θεοῦ κινήσεως, παιδεύει νόσῳ τὴν Αἴγυπτον. Ἔτι καὶ ἀκρὶς, καὶ σκότος ψηλαφητὸν, καὶ ἡ τελευταία πληγὴ τῇ τάξει, πρώτη δὲ τῷ πόνῳ καὶ τῇ δυνάμει, ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια, ἣν ὥστε φυγεῖν, καὶ ἀποστρέψαι τὸν ὀλο θρευτὴν, χρῖσαι τὰς τοῦ νοῦ φλιὰς ἄμεινον, θεωρίαν καὶ πρᾶξιν, τῇ μεγάλῃ καὶ σωτηρίῳ σφραγῖδι, τῷ τῆς Καινῆς ∆ιαθήκης αἵματι, Χριστῷ καὶ συσταυ 35.949 ρουμένους, καὶ συναποθνήσκοντας, ὥστε καὶ συνανα στῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι, νῦν τε καὶ κατὰ τὴν τελευταίαν αὐτοῦ φανέρωσιν· ἀλλὰ μὴ θραυσθῆναι, μηδὲ συντριβῆναι, μηδὲ θρη νῆσαι, πλήσσοντος ἡμᾶς ἀωρίᾳ, καὶ ἐν τῷ σκοτεινῷ τούτῳ βίῳ τοῦ Πονηροῦ, καὶ ὀλοθρεύοντος τὰ πρωτό τοκα, καὶ Θεῷ καθιερωμένα τῆς ζωῆς ἡμῶν γεννήματα καὶ κινήματα.

ΙΒʹ. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέ κνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ' ὣς ἐπεστρέψα τε πρὸς μὲ, λέγει Κύριος. Μὴ γενοίμην ἀμπε λὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρα κωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ. καὶ πᾶσιν ἀσφα λισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκαν θοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπε λαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνει δος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ' ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ' ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ' ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθό τητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερὸς, καὶ τίς ἀντιστήσε ταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτω 35.952 χίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέ ρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. ∆ιὰ τοῦτο παί δευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν