1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

πληγῆναι χαλεπὸν, ἀλλὰ μὴ σωφρονισθῆναι τῇ πληγῇ χαλεπώτερον. Φησί τις τῶν προφητῶν, περὶ τοῦ Ἰσραὴλ λέγων, τοῦ σκληροῦ καὶ ἀπεριτμήτου τὴν καρδίαν· Κύριε, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἐπαί δευσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· καὶ πάλιν, Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη· καὶ, Τί ὅτι ἀπεστράφη ὁ λαός μου ἀποστροφὴν πονηρὰν, ἐξ ἧς τέλεον συντρι βήσεται, καὶ καταφθαρήσεται;

Ιςʹ. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφανίζον· φοβερὰ δὲ ἀκοὴ Θεοῦ, καὶ τῆς Ἄβελ φωνῆς αἰσθανομένη διὰ τοῦ σιγῶντος αἵματος· φοβε ροὶ δὲ πόδες πονηρίαν καταλαμβάνοντες· φοβερὰ δὲ τοῦ παντὸς πλήρωσις, ὡς μὴ εἶναι μηδαμοῦ φυ γεῖν Θεοῦ κίνησιν, μὴ εἰς οὐρανὸν ἀναπτάντα, μὴ εἰς ᾅδου χωρήσαντα, μὴ πρὸς ἀνατολὰς ἀποδράντα, μὴ θαλάσσης ἐναποκρυβέντα βυθοῖς ἢ πέρασι. Φοβεῖ ται δὲ πρὸ ἐμοῦ καὶ Ναοὺμ ὁ Ἑλκεσαῖος, ἐν οἷς τὸ κατὰ Νινευῒ λῆμμα δημοσιεύει, τὸν ζηλωτὴν Θεὸν, καὶ ἐκδικοῦντα Κύριον μετὰ θυμοῦ τοὺς ὑπεν αντίους, καὶ τοσαύτῃ χρώμενον ἀποτομίας περιουσίᾳ, ὡς μηδὲ δευτέραν ὑπολείπεσθαι κατὰ τῶν πονηρῶν ἐκδίκησιν. Ἡσαΐου μὲν γὰρ ὅταν ἀκούσω, τῷ λαῷ Σοδόμων καὶ τοῖς ἄρχουσι Γομόῤῥας ἀπειλοῦντος, καὶ λέγοντος· Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; μικροῦ καὶ φρίκης πληροῦμαι, καὶ συγ χέομαι δάκρυσιν. Οὐκ ἔστι, φησὶ, τῇ προσθήκῃ τῆς ἁμαρτίας προσθήκην πληγῆς ἐξευρεῖν· οὕτω πάντα διεξεληλύθατε, καὶ πᾶν εἶδος πληγῆς ἐκενώσατε, ἀεί τινα καινοτέραν διὰ τῆς κακίας τῆς ἑαυτῶν προ καλούμενοι. Οὐκ ἔστι τραῦμα, οὐδὲ μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· ὁλοσώματος, φησὶν, ἡ πληγὴ, ἀλλὰ καὶ ἀθεράπευτος. Οὐ γὰρ ἔστι μά λαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Καὶ παρίημι τὰ ἑξῆς τῆς ἀπειλῆς, ἵνα μὴ τῆς παρούσης ὑμῖν πληγῆς βαρύτερος γένωμαι. 35.957

ΙΖʹ. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πό θεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆ και, καὶ νομὴ ποιμνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ κοιλάδες σῖτον, ἀλλ' ἐκλαύσθησαν· οὐκ ἐστάλαξε τὰ ὄρη γλυκασμὸν, ὡς ὕστερον τοῖς δικαίοις, ἀλλ' ἀπεκοσμήθη καὶ ἠτι μάσθη, καὶ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο; Γέγονεν ὡς τὸ ἀπ' ἀρχῆς πᾶσα ἡ γῆ, πρὶν κοσμηθῆναι τοῖς ἑαυτῆς κάλλεσιν. Ἐπεσκέψω μὲν τὴν γῆν, καὶ ἐμέθυσας αὐτὴν, ἀλλ' ἐπισκοπὴν πονηρὰν καὶ μέθην ὀλέθριον. Φεῦ τοῦ θεάματος! ἐν καλάμῃ τὰ τῆς εὐφορίας ἡμῖν, καὶ μικροῖς λειψάνοις ἡ σπορὰ γνωρίζεται, καὶ μόλις ἀπαρχὰς Κυρίῳ τὸ θέρος ἡμῶν καρποφορεῖ, μησὶ μᾶλλον ἢ δρά γμασι καταλαμβανόμενον. Τοιοῦτος ὁ πλοῦτος τῶν ἀσεβῶν, τοιαῦτα τὰ τῶν κακῶς σπειρόντων γεώργια· ἐπιβλέψαι, ὡς ἡ παλαιὰ κατάρα, πλείονα, καὶ εἰσ ενεγκεῖν ὀλίγα· σπεῖραι, καὶ μὴ ἀμῆσαι· φυτεῦσαι, καὶ μὴ ἐκθλῖψαι· οὗ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιῆσαι κεράμιον ἕν· καὶ παρ' ἄλλοις ἀκούειν τὴν εὐκαρπίαν, αὐτοὺς ἐνδείᾳ πιεζομένους. Πόθεν ταῦτα, καὶ τίς ἡ αἰτία τοῦ θραύσματος; Μὴ ἀνα μείνωμεν ὑπ' ἄλλων ἐλεγχθῆναι· ἡμῶν αὐτῶν ἐξετα σταὶ γενώμεθα. Μέγα κακίας φάρμακον, καὶ ὁμολο γία, καὶ φυγὴ τοῦ πταίσματος. Ἐγὼ πρῶτος, ὥσπερ ἀνήγγειλα τῷ λαῷ μου ἄνωθεν, καὶ τὸ τοῦ σκο ποῦ ἔργον πεπλήρωκα. (οὐ γὰρ ἔκρυψα τὴν ἐρχο μένην ῥομφαίαν, ἵνα καὶ τὴν ἐμαυτοῦ ψυχὴν, καὶ τὰς τῶν ἀκουόντων περιποιήσωμαι)· οὕτως ἀναγγελῶ καὶ τοῦ λαοῦ μου τὴν ἀπείθειαν, ἐμαυτοῦ τὰ ἐκείνου ποιούμενος· εἴ πως ἂν οὕτω τύχοιμί τινος φιλανθρωπίας καὶ ἀναψύξεως.

ΙΗʹ. Ὁ μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τι τοῦ πλησίον ἀφέληται· καὶ μηδένα ἔχειν ἐφιλονείκησε γείτονα, ὡς μόνος οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις καὶ πλεονασμοῖς τὴν γῆν ἐμίανε, καὶ