1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ζωῆς πελά γους, τοῦ πολὺν ἔχοντος ἔτι τὸν πλοῦν ἀσφαλέστερος, καὶ διὰ τοῦτο μακαριώτερος;

∆ʹ. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήματα· ἧς πόσα τὰ τέκνα, καὶ τίνες οἱ θησαυροὶ, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε· πᾶς ὁ λαὸς οὗτος, ὃν ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησας. Μὴ δὴ φθονήσῃς ἡμῖν τῶν χρηστῶν πλέον ἢ ὀλίγων ῥημάτων, μηδὲ τῆς μελλού σης ζημίας ἤδη δῷς τὸ προοίμιον. Φθέγξαι, βρα χέα μὲν, ἀλλ' ἐμοὶ φίλα καὶ ἥδιστα· οὐκ ἀκου στὰ μὲν, ἀλλὰ τῇ πνευματικῇ βοῇ γινωσκόμενα, καθ' ἣν καὶ σιωπῶντος ἀκούει Μωσέως Θεός· καὶ, Τί βοᾷς πρὸς μέ; τῷ νοερῶς ἐντυγχάνοντι λέγεται. Κατάρτισαί μοι τὸν λαὸν τῷ σῷ θρέμματι, καὶ μετὰ τοῦτο ποιμένι, νῦν δὲ καὶ ἀρχιποιμένι. ∆ίδαξον ἐμέ τι περὶ ποιμαντικῆς, τὸν λαὸν τοῦτον περὶ εὐπειθείας· περὶ τῆς παρούσης τι πληγῆς φιλοσόφησον, περὶ τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, ἐάν τε καταλαμβάνωμεν ἡμεῖς, ἐάν τε ἀγνοῶμεν τὴν πολ λὴν ἄβυσσον. Πῶς καὶ ἡ ἐλεημοσύνη εἰς σταθμοὺς, 35.940 κατὰ τὸν ἅγιον Ἡσαΐαν (οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκρι τον, εἰ καὶ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκό σιν ἔδοξε, μὴ συνιεῖσι τὸ ἐν τῇ ἰσότητι ἄν ισον), καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁμαρτημά των, ποτήριον ἐν χειρὶ Κυρίου προσαγορευομένη, καὶ κόνδυ πτώσεως ἐκπινόμενον, εἰ καὶ πᾶσιν ὑφαι ρεῖταί τι τῆς ἀξίας, καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλαν θρωπίᾳ κίρνησιν· κλίνων μὲν ἐκ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον τοῖς φόβῳ παιδευομένοις, καὶ τοῖς ἐκ τῆς μικρᾶς θλίψεως συλλαμβάνουσι καὶ ὠδίνουσιν ἐπιστροφὴν, καὶ πνεῦμα σωτηρίας τέλειον ἀποτίκτου σιν· ὑποτηρῶν δὲ ὅμως τρυγίαν, τὸ τῆς ὀργῆς ἔσχα τον, ἵν' ὅλον κενώσῃ τοῖς μὴ θεραπευομένοις ἐκ τῆς χρηστότητος, ἀλλὰ καὶ σκληρυνομένοις κατὰ τὸν βαρυκάρδιον Φαραὼ, καὶ πικρὸν ἐργοδότην, εἰς δεῖγμα ταμιευθέντα τῆς τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δυνάμεως.

Εʹ. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες; καὶ τίς ὁ περὶ ταῦτα λόγος; Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορά τε καὶ ἀλογία, ὡς οὐδενὸς τοῖς οὖσιν ἐπιστατοῦντος, καὶ τὸ αὐτόματον ταῦτα φέρει, ὡς δοκεῖ τοῖς ἀσόφως σοφοῖς, καὶ τοῖς εἰκῆ φερομένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύματος· ἢ λόγῳ τινὶ καὶ τάξει, ὥσπερ ὑπέστη τὸ πᾶν ἀπ' ἀρχῆς, καὶ ἐκράθη, καὶ συνεδέθη, καὶ ἐκινήθη κοσμίως, ὡς μόνῳ τῷ κινή σαντι γνώριμον, οὕτω καὶ μετακινεῖται καὶ μετατί θεται Προνοίας χαλινοῖς ὁδηγούμενον; Πόθεν ἀφορίαι, καὶ ἀνεμοφθορίαι, καὶ χάλαζαι, ἡ νῦν ἡμετέρα πληγὴ καὶ νουθεσία; Πόθεν ἀέρων φθοραὶ, καὶ νόσοι, καὶ βρασμοὶ γῆς, καὶ θαλάσσης ἐπαναστάσεις, καὶ τὰ ἐξ οὐρανοῦ δείματα; Καὶ πῶς ἡ εἰς ἀπόλαυσιν ἀνθρώπων δημιουργηθεῖσα κτίσις, τὸ κοινὸν ἐντρύ φημα καὶ ἰσότιμον, εἰς τὴν τῶν ἀσεβῶν κόλασιν μεταβάλλεται, ἵν' οἷς τιμηθέντες οὐκ ηὐχαριστήσαμεν, τούτοις καὶ παιδευθῶμεν, καὶ γνῶμεν τὴν δύναμιν ἐξ ὧν πάσχομεν, ἐπειδὴ μὴ ἔγνωμεν ἐξ ὧν εὖ πε πόνθαμεν; Πῶς τοῖς μὲν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα δίδοται, καὶ ἀναπληροῦται τὸ τῆς κακίας μέτρον τῇ διπλασίᾳ, καθ' ἣν καὶ ὁ Ἰσραὴλ σωφρονίζεται· τοῖς δὲ, διὰ τῆς ἑπταπλασίας εἰς τὸν κόλπον ἀποδιδομένης, κενοῦται τὰ ἁμαρτήμα τα; Καὶ τί τὸ τῶν Ἀμοῤῥαίων μέτρον οὔπω πεπλη ρωμένον; Καὶ πῶς ὁ ἁμαρτωλὸς ἢ ἀφίεται, ἢ κολά 35.941 ζεται πάλιν· τὸ μὲν, ἐκεῖθεν τυχὸν τηρούμενος, τὸ δὲ, ἐντεῦθεν ἰατρευόμενος; Καὶ πῶς ὁ δίκαιος, ἢ κα κοπαθεῖ πειραζόμενος ἴσως, ἢ εὐπαθεῖ συντηρούμε νος, ἄνπερ ᾖ πτωχὸς τὴν διάνοιαν, καὶ μὴ σφόδρα ὑπεράνω τῶν ὁρωμένων, καὶ ὡς τὸ συνειδὸς διδάσκει τούτων ἑκάτερον, τὸ οἰκεῖον καὶ ἀψευδὲς κριτήριον; Τίς ἡ πληγὴ, καὶ πόθεν; Πότερον ἀρετῆς ἔλεγχος, ἢ κακίας βάσανος, καὶ ὅτι κρεῖττον ὡς κολά σει κάμπτεσθαι, κἂν μὴ οὕτως ἔχῃ, καὶ ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα ταπεινοῦσθαι, ἢ ὡς δοκιμα σίᾳ μετεωρίζεσθαι. Ταῦτα δίδαξον καὶ νουθέτησον, μὴ σφόδρα τῇ