1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ἀξίωμα, τῇ κακίᾳ συνθολωθείσης καὶ συγχυθείσης, τὸ τελευταῖον ἀπ άγει αὐτοὺς ὑφ' ἑαυτῶν κατεγνωσμένους, καὶ κα τακεκριμένους, καὶ οὐδὲ ὡς ἄδικα πάσχομεν εἰ πεῖν ἔχοντας, ὅπερ ἐνταῦθα τοῖς πάσχουσιν ἔστιν ὅτε ἱκανὸν εἰς παραμυθίαν τῆς κατακρίσεως;

Θʹ. Ἐκεῖ δὲ τίς συνήγορος; ποῖα σκῆψις; τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν, τοῖς πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόημα, καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γέ νηται, μεθ' ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψηλότερος, οὐκ ἀπολογία δι' ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ τῶν πωλούντων, ταῖς ἐκλει πούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ τηκομένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως· ἀλλὰ καὶ μόνον, καὶ τελευταῖον, καὶ φοβερὸν τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον, ὅτι καὶ δίκαιον; Ἡνίκα θρόνοι προτί θενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ τὸ φῶς ἔμπροσθεν, καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνά στασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς δια δέξεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτε ρον, καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα μὲν ὕστερον.

Ιʹ. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμ μένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκοτίζοντος, ἀλλ' ἀπὸ τῆς πληγῆς ἣν ἐπήγαγε 35.948 Κύριος, ὁ λέγων· Καὶ σὺ, καρδία, σείσθητι καὶ σα λεύθητι· καὶ ποτίζων τοὺς καταφρονητὰς πνεῦμα λύπης καὶ κατανύξεως· πρὸς οὓς καὶ λέγεται· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε; Πῶς οἴσομεν αὐτοῦ τοὺς ἐλεγμούς· ἢ τίνα δώσομεν τὴν ἀπόκρισιν, ὅταν ἐπὶ τῷ πλήθει τῶν εὐεργεσιῶν, ἐφ' αἷς ἀχάριστοι μεμε νήκαμεν, ἔτι καὶ τὰς πληγὰς ἡμῖν ὀνειδίζῃ, καὶ ἀπαριθμῆται τὴν ἰατρείαν, ἐξ ἧς οὐ τεθεραπεύμεθα; Καὶ τέκνα μὲν, ἀλλὰ μωμητὰ καλῶν λέγῃ, καὶ υἱοὺς μὲν, ἀλλ' ἀλλοτρίους καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὑτῶν δι' ἀνοδίαν τε καὶ τραχύτητα· Πῶς ἔδει, καὶ πόθεν ὑμᾶς παιδευθῆναι, καὶ οὐ πεπαίδευκα; ∆ι' ἁπαλωτέρων φαρμάκων; ἐπήγαγον. Παρῆκα τὸ Αἰγύπτιον αἷμα πινόμενον ἐκ πηγῶν καὶ ποταμῶν καὶ πάσης συναγωγῆς ὕδατος, τὴν πρώτην πληγήν. Παρῆλθον τοὺς βατράχους, καὶ τὸν σκνῖπα, καὶ τὴν κυνόμυιαν, τὰς ἑξῆς μάστιγας· ἀπὸ δὲ τῶν κτηνῶν, καὶ τῶν βοῶν, καὶ τῶν προβάτων ἠρξάμην, τῆς πέμπτης πληγῆς, καὶ τοῖς ἀλόγοις ἐνέσκηψα, ἔτι τῶν λογικῶν φειδόμενος. Οὐδὲν πρὸς ὑμᾶς ἡ θραῦσις· ἀλλὰ γεγόνατέ μοι καὶ τῶν πληγέντων ἀλογώτεροι, καὶ ἀπαιδευτότεροι. Ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετόν· μερὶς μία ἐβράχη· καὶ μερὶς ἐφ' ἣν οὐκ ἔβρεξα, ἐξηράνθη· καὶ εἴπατε· Ἀνδριούμεθα. Ἐπήγαγον ὑμῖν χάλαζαν, τῇ ἐναντίᾳ πληγῇ παιδεύων, ἀμπελῶνας ὑμῶν καὶ δρυμῶνας καὶ γεννήματα ὑμῶν ἐξεθέρισα· καὶ τὴν κακίαν ὑμῶν οὐ συν έτριψα.

ΙΑʹ. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον· ὁ ἀθετῶν ἀθετεῖ· ὁ ἀνομῶν ἀνομεῖ· οὐδὲν ἡ ἄνωθεν νουθεσία· οὐδὲν αἱ μάστιγες. Ἐξέλιπε φυσητὴρ, ἐξέλιπε μόλιβδος, ἃ καὶ διὰ Ἱερεμίου πρότερον ὑμῖν ὠνείδισα· Εἰς κενὸν