1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

5

μὲν ὄντως καὶ πάσης εὐχῆς καὶ ἐπιθυμίας ἐπέκεινα πράτ τοντες, οἷς ἡ δύναμις τῶν ἀπολαύσεων τῶν ἀγαθῶν τούτων οὐκ ἀποκέκλεισται. Ἡμεῖς δὲ καθάπερ οἱ τῇ πολυτελείᾳ τοῦ πλούτου τὴν ἑαυτῶν παραθεωροῦντες πενίαν πλεῖον ἀνιῶνται τοῖς παροῦσι καὶ δυσχεραίνουσι, τὸν αὐτὸν τρόπον ὅσῳ πλέον τὸν τῆς παρθενίας πλοῦτον ἐπιγινώ σκομεν, τοσούτῳ μᾶλλον οἰκτείρομεν τὸν ἄλλον βίον διὰ τῆς τῶν βελτιόνων παρεξετάσεως οἵων καὶ ὅσων πτω χεύει καταμανθάνοντες. Οὐ λέγω μόνον ὅσα εἰς ὕστερον τοῖς κατ' ἀρετὴν βεβιωκόσιν ἀπόκειται, ἀλλὰ καὶ ὅσα τῆς παρούσης ἐστὶ ζωῆς. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι τοῦ βίου τούτου τὸ πρὸς τὴν παρθενίαν διάφορον, τοσαύτην εὑρήσει τὴν διαφοράν, ὅση σχεδὸν τῶν ἐπιγείων ἐστὶ πρὸς τὰ οὐράνια· ἔξεστι δὲ γνῶναι τὴν τοῦ λόγου ἀλήθειαν αὐτὰ διασκεψαμένους τὰ πράγματα.

3.2 Πόθεν δέ τις ἀρξάμενος ἐπαξίως ἂν τὸν βαρὺν τοῦτον βίον ἐκτραγῳδήσειεν; Ἢ πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι τὰ κοινὰ τοῦ βίου κακά, ἃ πάντες μὲν οἱ ἄνθρωποι διὰ τῆς πείρας γινώσκουσιν, οὐκ οἶδα δὲ ὅπως ἐν αὐτοῖς τοῖς εἰδόσιν αὐτὰ λανθάνειν ἡ φύσις ἐμηχανήσατο, ἑκουσίως τῶν ἀνθρώπων ἐν οἷς εἰσιν ἀγνοούντων; Βούλει, ἀπὸ τῶν ἡδίστων ἀρξώμεθα; Οὐκοῦν τὸ κεφάλαιον τῶν ἐν τῷ γάμῳ σπουδαζομένων τὸ κεχαρισμένης ἐπιτυχεῖν συμβιώ σεως. Καὶ δὴ ταῦθ' οὕτως ἐχέτω καὶ διὰ πάντων μακα ριστὸς ὑπογεγράφθω ὁ γάμος· γένος εὐδόκιμον, πλοῦτος ἀρκῶν, ἡλικία συμβαίνουσα, τῆς ὥρας αὐτὸ τὸ ἄνθος, φίλτρον πολύ, καὶ οἷον ἐν ἑκατέρῳ ὑπὲρ τὸν ἄλλον ὑπο νοεῖσθαι, ἡ γλυκεῖα ἐκείνη φιλονεικία τὸ ἑαυτὸν βούλεσθαι νικᾶν ἐν τῇ ἀγάπῃ ἑκάτερον. Προσέστω τούτοις δόξα καὶ δυναστεία καὶ περιφάνεια καὶ πᾶν ὅ τι βούλει. Ἀλλ' ὅρα τὴν τοῖς ἀπηριθμημένοις χρηστοῖς ἀναγκαίως συμπαρ οῦσαν καὶ ὑποσμύχουσαν λύπην. Οὐ λέγω τὸν τοῖς εὐδο κιμοῦσιν ἐπιφυόμενον φθόνον καὶ τὸ πρόχειρον εἶναι πρὸς ἐπιβουλὴν τῶν ἀνθρώπων τὸ δοκοῦν εὐημερεῖν ἐν τῷ βίῳ, καὶ ὅτι πᾶς ὁ μὴ ἰσομοιρῶν ἐν τῷ κρείττονι φυσικόν τι πρὸς τὸν ὑπερέχοντα τὸ μῖσος ἔχει· καὶ διὰ τοῦτο δι' ὑποψίας τοῖς δοκοῦσιν εὐθυμεῖν ὁ βίος ἐστί, πλείω τῶν ἡδέων τὰ λυπηρὰ παρεχόμενος. Παρίημι ταῦτα ὡς καὶ τοῦ φθόνου κατ' ἐκείνων ἀργοῦντος· καίτοι γε οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν ὅτῳ τὰ δύο κατὰ ταὐτὸν συνηνέχθη καὶ ὑπὲρ τοὺς πολλοὺς εὐδαιμονεῖν καὶ διαφεύγειν τὸν φθόνον. Πλὴν ἀλλὰ πάντων τῶν τοιούτων ἐλευθέραν αὐτῶν, εἰ δοκεῖ, τὴν ζωὴν ὑποθώμεθα, καὶ ἴδωμεν εἰ δυνατόν ἐστιν εὐθυ μεῖν τοὺς ἐν τοσαύτῃ διάγοντας εὐημερίᾳ.

3.3 Τί οὖν ἔσται τὸ λυποῦν, ἐρεῖς, εἰ μηδὲ ὁ φθόνος τῶν εὐδαιμονούντων καθάψεται; Τοῦτο αὐτό φημι τὸ διὰ πάντων αὐτοῖς τὸν βίον καταγλυκαίνεσθαι, τοῦτό ἐστι τὸ τῆς λύπης ὑπέκκαυμα. Ἕως γὰρ ἂν ἄνθρωποι ὦσι, τὸ θνητὸν τοῦτο καὶ ἐπίκηρον πρᾶγμα, καὶ τοὺς τάφους τῶν ἀφ' ὧν γεγόνασι βλέπωσιν, ἀχώριστον ἔχουσι καὶ συνεζευγ μένην τῇ ζωῇ τὴν λύπην, εἰ καὶ μικρὸν μετέχοιεν τοῦ λογίζεσθαι. Ἡ γὰρ διηνεκὴς τοῦ θανάτου προσδοκία οὐκ ἐπὶ ῥητοῖς τισι σημείοις ἐπιγινωσκομένη, ἀλλὰ διὰ τὴν ἀδηλίαν τοῦ μέλλοντος πάντοτε ὡς ἐνεστηκυῖα φοβοῦσα τὴν ἀεὶ παροῦσαν εὐφροσύνην συγχεῖ, τῷ φόβῳ τῶν ἐλπιζομένων τὰς εὐθυμίας ἐπιταράσσουσα. Εἰ γὰρ ἦν δυ νατὸν πρὸ τῆς πείρας τὰ τῶν πεπειραμένων μαθεῖν. Εἰ γὰρ ἐξῆν δι' ἄλλης τινὸς ἐπινοίας ἐντὸς τοῦ βίου γενόμενον ἐποπτεῦσαι τὰ πράγματα, πόσος ἂν ἦν ὁ δρόμος τῶν αὐτο μολούντων πρὸς τὴν παρθενίαν ἀπὸ τοῦ γάμου. Πόση φυ λακὴ καὶ προμήθεια τοῦ μήποτε ταῖς ἀφύκτοις πάγαις ἐγκρατηθῆναι, ὧν τὴν δυσκολίαν οὐκ ἔστιν ἄλλως δι'