1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

κριτοῦ καὶ σποδὸν καλεῖ ἑαυτόν. Ταύτην τὴν φωνὴν λογισάμενός τις ἐπιείκειαν ἀσκείτω, ταπεινοφροσύνην ζηλούτω, τῷ πλησίον τῶν πρωτείων παραχωρείτω, ἐν ἀξίᾳ μὴ ἐπαιρέσθω, ἐν δυναστείᾳ μὴ φλεγμαινέτω, ἐν ζώνῃ μὴ ὀφρυούσθω, ἐν πλούτῳ μὴ ἐλπιζέτω, ἐν ὑγιείᾳ μὴ λακτιζέτω, ἐν εὐγλωττίᾳ μὴ ἀλαζονευέσθω. Ὁ γὰρ τήμερον ἐν τιμῇ, αὔριον ἐν γῇ· ὁ τήμερον ἐν δόξῃ, αὔριον ἐν θήκῃ· ὁ τήμερον ἐν θρόνῳ, αὔριον ἐν θρήνῳ· ὁ τήμερον ἐν τύφῳ, αὔριον ἐν τάφῳ· ὁ τήμερον ἐπὶ βήματος, αὔριον ἐπὶ μνήματος· ὁ τήμερον στρατηγὸς, αὔριον σποδός· ὁ τήμερον λαμπρὸς, αὔριον πηλός· ὁ τήμερον ἐπίβλεπτος, αὔριον βδελυκτός· ὁ τήμερον ἐμφανὴς, αὔριον ἀφανής· ὁ τήμερον σοβῶν, αὔριον σπάργανα περικείμενος ἐπιτάφια καὶ δεσμά· ὁ τήμερον εὔγλωττος, αὔριον ἄφωνος· ὁ τήμερον ὑπὸ κολάκων δορυφορούμενος, αὔριον ὑπὸ σκωλήκων δαπανώμενος· ὁ τήμερον εὐειδὴς, αὔριον δυσειδής· ὁ τήμερον ἐπαχθὴς, αὔριον εἰδεχθής. Καλῶς ἔλεγεν ὁ σοφὸς, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ταῦτα εἰδυῖα Ἄννα ἡ τοῦ προφήτου μήτηρ Σαμουὴλ εὐχομένη ἔλεγε, τὸν παῖδα προσφέρουσα Θεῷ· Μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Μὴ καυχάσθω, φησὶν, ὁ σοφός· σποδὸς γὰρ γινόμενος, ἄσοφος ὁ σοφός. Μὴ καυχάσθω ὁ ἰσχυρός· πηλὸς γὰρ ἐν τάφῳ φανεὶς, ὃν τρόπον χόρτος, ἀποβάλλει τοῦ σώματος τὸ ἄνθος. Μὴ καυχάσθω ὁ πλούσιος· πάροικος γὰρ οὗτος τοῦ πλούτου καὶ παρεπίδημος, καθὼς ὁ ψάλλων ἔλεγε ∆αυΐδ. Ὅταν δὲ εἴπῃ, ὁ σοφὸς, ὁ ἰσχυρὸς, ὁ πλούσιος, πάντων 60.716 τὴν ὀφρὺν ἐχάλασε τῶν ἠλπικότων ἐπὶ τὴν τοῦ παρόντος κλύδωνος ἀδηλότητα. Κλύδων γὰρ ὡς ἀληθῶς τὰ παρόντα καὶ θάλαττα, καὶ τὸ ἑκάστου πέρας ἄδηλον, ὡς ἡ πεῖρα διδάσκαλος· κλύδων τὰ παρόντα καὶ θάλαττα· καὶ ἀλλεπάλληλα κύματα καθ' ἑκάστην τῆς ψυχῆς τὴν ζάλην ἐγείροντα. Τὸν μὲν γὰρ ἐπὶ τιμῇ, τὸν δὲ ἐπὶ ζώνῃ φυσᾷ, ἄλλον ἐπὶ δυναστείαν ἐκτραχηλίζει, ἕτερον πλούτῳ ἢ κάλλει ἄγει κατὰ κρημνοῦ· πάντας δὲ, ὡς εἰπεῖν, ἐν ἐπιθυμίαις πνεύματος εἰς τὸν τῶν παθῶν ὤθησε βυθόν. Ἀλλὰ σὺ, πιστὲ, κατὰ τὸν Ἀπόστολον, ἄνθρωπε τοῦ Θεοῦ, φεῦγε τῆς ἐπιθυμίας τὰ κύματα, ἔκκλινε τῶν τοῦ βίου κλυδώνων· ἀνώτερος δὲ τῶν παθῶν, ὡς κυμάτων γενόμενος, πλέε τοῦ βίου τὴν θάλασσαν, σωτηρίῳ ξύλῳ ἐμπιστεύσας τῆς ψυχῆς τὸ ἐφόλκιον. Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ. Ἂν οὕτω πλέῃς, οὐκ ἄδηλόν σοι τὸ τοῦ βίου συμπέρασμα. Οὕτω γὰρ πλεύσας Νῶε ἀβλαβῶς τὸ οἰκουμενικὸν ἐκεῖνο διέπλευσε πέλαγος· οὕτω πλεύσας Ἀβραὰμ τῶν πρωτείων παρεχώρει τῷ Λὼτ, καὶ γῆν ὠνόμαζεν ἑαυτὸν, καὶ τούτου χάριν ἅμα Ἰσαὰκ ἔτυχεν ὧν ἐπόθησεν· οὕτω πλεύσας Ἰακὼβ ἄπλαστος μεμένηκε καὶ ἀχείμαστος, ἄρτον μόνον καὶ ἱμάτιον παρὰ Θεοῦ, οὐ πλοῦτον αἰτῶν· οἱ γὰρ σπεύδοντες πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμόν. Οὕτω πλεύσας Ἰωσὴφ, τῆς ἐπιβουλῆς καὶ τῆς ἡδονῆς τὴν ζάλην διέφυγεν· οὕτω πλεύσας Μωϋσῆς, Ἰησοῦς τε καὶ ὁ λοιπὸς τῶν προφητῶν χορὸς καὶ δικαίων, ὡς εἰς ὅρμον ἀκύμαντον, ἐν τῇ τοῦ ∆ημιουργοῦ δεξιᾷ, καθάπερ σκάφος παρέθεντο ἑαυτούς· ∆ικαίων, γὰρ, φησὶ, ψυχαὶ ἐν χειρὶ Θεοῦ, μετὰ τοῦ πλεῖν καλῶς τὸν ὅρμον ἐχόντων τὴν θείαν δεξιὰν, τῶν ὁμιλούντων Θεῷ, καὶ γῆν καὶ σποδὸν καλούντων ἑαυτούς. Ἀλλὰ γὰρ, ὢ τῆς παραπληξίας, ὢ τῆς τῶν φρενῶν ἐκστάσεως· Θεῷ γὰρ ὁμιλεῖ Ἀβραὰμ, πατὴρ κεχειροτόνητο ἐθνῶν, τῆς ἐπαγγελίας κληρονόμος ὁ πάροικος, ὡς πρόβατον προσέφερε τὸν πρωτότοκον, καὶ γῆν καὶ σποδὸν ἐκάλει ἑαυτόν· οἱ δὲ νῦν βραχυτάτης γῆς οὐ δεσπόται, ἀλλ' οἰκονόμοι γενόμενοι, προσκαίρου ἢ ἐφημέρου ἀξίας