1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

5

μειράκια προετρέπετο ἐπὶ φιλοσοφίαν, καὶ μάλιστα ἃ ἐνόμιζεν εἶναι πρὸς φιλοσοφίαν ἐπιτήδεια τὰ περικαλλῆ μειράκια. τοὺς γὰρ εὐμόρφους λέγουσιν εἶναι καὶ εὐφυεῖς. ἦν οὖν δόξα παρ' Ἀθηναίοις ὅτι παιδεραστὴς ἦν ὁ Σωκράτης διὰ τὸ ἐπιλέγεσθαι τοὺς εὐμόρφους. εὑρίσκεται δὲ ὁ Πλάτων καὶ ἐν τῷ Θεαιτήτῳ καὶ πανταχοῦ οὕτω λέγων ἐκ Σωκράτους, ὅτι Καλὸς ὁ Θεαίτητος καὶ Καλὸς ὁ Χαρμίδης. ἄντικρυς οὖν ἐν τοῖς λόγοις ἔμφασιν παρέχει ὁ Πλάτων, ὅτι Σωκράτης ὑπωπτεύθη εἶναι τοιοῦτος διὰ τὰς τοιαύτας, ὡς εἰπεῖν, ἀντερωτήσεις, ὅτι, Καλὸς μὲν εἶ, ἀλλ' οὐ τὴν ὄψιν ἀλλὰ τὴν ψυχήν. ὑπενοήθη δὲ ὅτι καὶ τῷ Ἀλκιβιάδῃ συγγίνεται κατὰ τὸν αἰσχρὸν ἔρωτα. οἱ δὲ περὶ Σωκράτους λέγοντες λέγουσιν ὅτι συνεγένετο πᾶσιν οὐ κατὰ τὸν ἐμπαθῆ ἔρωτα ἀλλὰ κατὰ τὸν ἔνθεον. 4.23 Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Πλάτωνος λιχνείαν. ἔστι δὲ αὕτη. Πλάτων ὁ φιλόσοφος ἀκούων ὅτι μεγαλοφυὴς ∆ιονύσιος ὁ τῆς Σικελίας τύραννος, ἔπλευσε πρὸς αὐτόν. καὶ οἱ μὲν ἐξηγηταὶ νῦν τοῦ Πλάτωνος λέγουσιν ὅτι ἔπλευσε διὰ δύο αἰτίας, ἵνα καὶ ἱστορήσῃ τὸ ἐν τῇ Αἴτνῃ πῦρ ἀναδιδόμενον, καὶ πείσῃ ∆ιονύσιον φιλοσοφῆσαι. ὁ δὲ μακάριος Γρηγόριός φησιν ὅτι διὰ τοῦτο ἀπῆλθεν ὁ Πλάτων ἐν Σικελίᾳ, διὰ τὴν πολυτέλειαν τῶν ἀρίστων ∆ιονυσίου. καὶ ποιεῖται τεκμήριον τὸ καὶ πραθῆ ναι αὐτόν. ἐπράθη δὲ τῷ ὄντι, δοθεὶς ὑπὸ ∆ιονυσίου Πόλλιδι τῷ ναυάρχῳ τῷ Λακεδαιμονίῳ διάγοντι τηνικαῦτα ἐκεῖσε. εἶτα ὁ Πόλλις ἐλθὼν εἰς Αἴγιναν πωλεῖ αὐτὸν πεντήκοντα μνῶν τῷ Ἀννίκερι. 4.24 Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ξενοκράτους ὀψοφαγίαν. ἔστι δὲ αὕτη. Ξενοκράτης καὶ Ἀριστοτέλης μαθηταὶ τοῦ Πλάτωνος, οἵτινες καὶ διεδέξαντο αὐτοῦ τὴν διατριβήν. καὶ ὁ μὲν Ξενοκράτης ἐποίησε Στωϊκὴν αἵρεσιν, ὁ δὲ Ἀριστοτέλης τὴν Περιπατητικήν. λέγεται δὲ ὅτι οὕτω σώφρων ἦν ὁ Ξενοκράτης ὅτι καὶ τρυφῶν οὐκ ἐκινεῖτο πρὸς τὰ ἀφροδίσια διὰ τὸ οὕτω, φησίν, τάξαι τὰ πάθη ὑπακούειν τῷ λόγῳ. ὁ οὖν μακάριος Γρηγόριος κατηγορεῖ αὐτοῦ ὡς λαιμάργου καὶ ὀψοφάγου καὶ μηδὲν παραιτουμένου ἐσθίειν ὡς φιλοσόφου. 4.25 Εἰκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν ∆ιογένους στωμυλίαν. ἔστι δὲ αὕτη. ∆ιογένης Κυνικὸς ἦν φιλόσοφος. Κυνικὸς δὲ ἤκουσεν ἀπὸ μεταφορᾶς τῶν χερσαίων κυνῶν. ὥσπερ γὰρ οἱ κύνες οὗτοι ἔχουσί τι καὶ φυλακτικὸν καὶ διακριτικόν (διακρίνουσι γὰρ τοὺς οἰκείους τῶν ξένων, καὶ φυλάττουσι τοὺς οἰκείους), οὕτω καὶ οὗτος ἐμιμεῖτο τὸ διακριτικὸν καὶ φυλακτικόν. καὶ ἐφύλαττε μὲν τὰ τῆς φιλοσοφίας δόγματα, διέκρινε δὲ τοὺς ἐπιτηδείους καὶ ἀνεπιτηδείους πρὸς φιλοσοφίαν. οὗτος οὖν ὁ ∆ιογένης, τοιοῦτος ὤν, ἦν εἰκότως εὐπαρρησίαστος. ἤλεγχε οὖν καὶ δυνάστας καὶ ἐλλογίμους καὶ πάντα ἄνθρωπον δῆθεν διὰ τὸ καλόν. ἐλέγχων δέ, ἀστειότερον καὶ γελοιοδέστερον ἤλεγχεν. πρὸς τοῦτο οὖν ἀποβλέψας ὁ μακάριος Γρηγόριος, λέγει ὅτι ὁ ∆ιογένης γελοῖος μᾶλλον ἦν καὶ ἀπατητικὸς ἢ φιλόσοφος. στωμυλία δέ ἐστιν ἡ κατὰ ἀστειότητα ἀπάτη προερχομένη. 4.26 Εἰκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν ἐνοικοῦντα τῷ πίθῳ. ἔστι δὲ αὕτη πολλαχῶς δυναμένη ἐξηγηθῆναι· καὶ αὕτη γὰρ περὶ ∆ιογένους ἐστίν. Λέγεται οὖν ὡς ὅτι ἐν τῷ χειμῶνι οὗτος πίθον μὲν ᾤκει ἑσπέρας διὰ τὸ κρύος, ἡμέρας δὲ ἐξῄει διὰ τὸν ἥλιον. διὸ καί ποτε θερμαινομένου αὐτοῦ, ἐπέστη Ἀλέξανδρος ὁ Μακεδών, ἀποσκοτῶν αὐτῷ τοῦ μὴ θερμαίνεσθαι, καὶ λέγων· Εἰπέ, ∆ιόγενες, τί βούλει σοι χαρίσωμαι; ὁ δὲ εἶπε· Τοῦτό μοι χάρισαι, τὸ μικρὸν ὑπεκστῆναί μου ἵνα θερμανθῶ. Ἢ οὖν αὕτη ἐστὶν ἡ ἱστορία, ἢ ἡ γενομένη ἐπὶ τῶν Πτολεμαίων. ἡ δὲ γενομένη ἐπὶ τῶν Πτολεμαίων ἐστὶν αὕτη. Σωτάτης τις Ἀλεξανδρεὺς φιλόσοφος ἵστατο ἐν τόπῳ τινὶ ἐν ἡλίῳ φθειριζόμενος. τοῦτον ἄνωθεν ἔκ τινος ἀπόπτου θεασάμενος ὁ Πτολεμαῖος, κατῆλθεν ἵνα αὐτὸν λάβοι εἰς τὰ βασίλεια. ὁ δὲ Σωτάτης, ἰδὼν αὐτόν, εἰσῆλθεν εἰς κλάσμα πίθου κειμένου, καὶ ὑπεκρύβη τὸν Πτολεμαῖον. ὕστερον δὲ ὡς ἀτυχῆ τοῦτόν τινες διέβαλλον. ἄλλοι δὲ λέγουσιν ὅτι αὐτὸς ὁ Πτολεμαῖος καὶ τὸ ἰαμβεῖον τοῦτο ἐπεφθέγξατο· Θέλω Τύχης σταλαγμὸν ἢ φρενῶν πίθον, αἰνιττόμενος ὅτι ὁ πίθος ἐκεῖνος μεστός ἐστι φρενῶν