1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

6

5.τ ΠΡΟΣ ΝΕΚΤΑΡΙΟΝ ΠΑΡΑΜΥΘΗΤΙΚΗ 5.1 Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου

πάθους, καὶ ἔτι ἀμφίβολος ὤν, διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τὸν μηνυτὴν τῶν ἀνιαρῶν τὸ συμβὰν διηγήσασθαι καὶ τὸ ἀπεύχεσθαι ἀληθῆ εἶναι, δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν. Ἐφ' ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον τί χρὴ καὶ λέγειν; Καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβάν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπε φυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. Καίτοιγε ἐδόκει τὰ μέχρι τοῦ παρόντος χρόνου ὀλίγα θεῖναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλ' ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα τοῦ οἴκου ἐκείνου ἡ εὐθηνία καὶ ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. Ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου, πάντες δὲ ἄνθρωποι, μεθ' ἡμῶν στένοντες, παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσον ται· ἀλλὰ κἂν τὸ τῶν ποταμῶν ῥεῦμα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. 5.2 Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν, τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων, καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστι τὰ ὑποδείγματα, καί, ἐπὶ πᾶσιν, ὅτι πρόσ ταγμα Θεοῦ ἐστι τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ Ἀθλοθέτῃ οἱ στέφανοι τῆς δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. ∆ιὸ παρακαλῶ σε, ὡς γενναῖον ἀγωνιστήν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ κατα ποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον ὅτι, κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκο νομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκα τάληπτος, δι' ἣν οἳ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἳ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ κατα λιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλαν θρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγέ νετο.» Ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου Κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυ μένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλ' ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλ' ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμεί νωμεν καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν