οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
βουλευσώμεθα; ∆εῖ γὰρ ἢ πονοῦντας ἡμᾶς, τῶν κακῶν ἀπαλλάττεσθαι· ἢ τοῦτο πράττειν ὀκνήσαντας, πυρὶ ἀσβέστῳ κατακρί νεσθαι. Κἀκεῖνο δὲ τοῖς εἰρημένοις προσθεῖναι καλόν· ὅτι τῶν ἡδέων ἡ χρῆσις τότε μᾶλλόν ἐστι τοῖς ἔχουσι χαριεστέρα, ὅταν τι τῶν μὴ τοιούτων γενέσθαι συμβῇ. Τοῖς μὲν γὰρ διὰ νόσον κειμένοις, τὸ τῆς ὑγείας ἀγαθόν ἐστι καταφανέστερον. Οἱ δὲ πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἀπορίᾳ τριβόμενοι, περὶ τὸ κερδαίνειν εἰσὶ διὰ τοῦτο προθυμότεροι. Ὧν γὰρ οὐκ ἔχουσι, ζητεῖν ἀναγκάζονται τὴν ἀπόλαυσιν· καὶ συλ λήβδην εἰπεῖν τῇ τῶν ἡδέων ἀπολείψει, μείζων ὁ περὶ ταῦτα πόθος γίνεται. Οὕτω καὶ ὁ τῶν πάντων ἀρι στοτέχνης Θεὸς τόδε τὸ πᾶν διεκόσμησεν· ἡλίῳ μετὰ νύκτα τὸ φαίνεσθαι δοὺς, καὶ μετ' ἐκεῖνον αὐτῇ. ἵνα δι' ἀλλήλων ἀμειβόμενοι, χαριεστέραν τῆς ἑαυτῶν παρουσίας ἐπιτελῶσι τὴν χρείαν. Τοῦ μὲν παρόντος ὀλιγωρεῖν τῆς ἀνθρώπου διανοίας εἰθισμένης ἀεί· τῷ δὲ κόρῳ τοῦ φθάσαντος, ἀνηβώσης ἐπὶ τὸ μέλλον καὶ προσδοκώμενον. Κρατήσει δὲ τῶν εἰρημένων ἡ δυνάμις ἐπί τε νηστείας καὶ τρυφῆς. Οὐκοῦν τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἵνα καιροῦ καλοῦντος ἀπολαύσῃς ἡδύστερον. 77.417 εʹ. Ἀγαπήσωμεν τοίνυν τὴν νηστείαν, ὡς παντὸς ἀγαθοῦ καὶ πάσης εὐθυμίας μητέρα. Ταύτην μὲν Ἑλλήνων ἀτιμάζουσι παῖδες, οἱ δοκήσει σοφοί. Ἰουδαῖοι δὲ πάντας ἀνθρώπους ὑπερβαλλόμενοι τῇ τῶν ἀσεβημάτων καινότητι, εἰδέναι μὲν οὐκ ἀρνοῦνται, πράττουσι δὲ οὕτως αἰσχρῶς, ὡς εἶναι τάχα που κρείττους, ὅτε μὴ τοῦτο ποιοῦντες εὑρίσκονται. Πά σης γὰρ, ὡς ἔπος εἰπεῖν, πονηρίας πεπληρωμένοι, καὶ πᾶσαν ἐν ἑαυτοῖς ἀκαθαρσίαν ὠδίνοντες, μόνῳ δὲ τῷ τῆς νηστείας ὀνόματι σεμνυνόμενοι, πρόφασιν ἀλαζονείας πολλάκις ποιοῦνται τὴν ἀρετήν. Τί γὰρ ἄν τις εἴποι τὸν ἀμαθέστατον ἐκεῖνον καὶ ἀπαίδευτον Φαρισαῖον ἐννοῶν, ὃν ὁ Κύριος ἡμῶν Χριστὸς ἐν Εὐ αγγελίοις διαγράφει προσευχόμενον ἐν τῷ ἱερῷ, καὶ βοῶντα· "Ὦ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα ἂν κτῶμαι;" Τί φὴς, ἐμβρόν τητε, ἐπὶ νηστείᾳ μεγαλαυχούμενος; Οὔπω τοσ αύτην ὑπεροψίαν αἰσθάνῃ νοσῶν, ἐπὶ τοῖς οὕτω μικροῖς ἀκριβολογούμενος; Οὔπω τῆς ἀλαζονείας τὸν ὄγκον ὁρᾷς; Οὐ παύσῃ διυλίζων τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνων, καθά φησιν ὁ Σωτήρ; Καὶ νο μομαθῆ σαυτὸν εἶναι λέγων ὅτι τὸ γεγραμμένον ἀγνοεῖς; "Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη-Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι παρομοιά ζετε τάφοις κεκονιαμένοις, οἵτινες μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας." Πάσης γὰρ ὄντως ἀκαθαρσίας ἡ τῶν Ἰουδαίων γνώμη πεπλήρωται· καὶ τῶν φαύλων οὐκ ἔστιν οὐδὲν ὃ μὴ παρ' ἐκείνοις τετίμηται· οὐ γὰρ εἰδέναι τὸν θεῖον ἐθελήσαντες νό μον, ἀλλὰ καὶ τὴν δοθεῖσαν αὐτοῖς διαπτύσαντες ἐν τολὴν, ἀνήκοοι μὲν ὄντες καὶ ἀπειθεῖς διετέλουν. Ἐπὶ δὲ τούτοις αὐτοὺς καταιτιᾶται Θεὸς, διὰ τοῦ προφήτου βοῶν· "Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύ ρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα αὐτοῖς Κυρίου ἐγενήθη εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι." Φορτικὴ γὰρ τοῖς ἑκτικῶς ἁμαρτά νουσιν ἡ τῶν συμφερόντων παραίνεσις· καὶ τοῖς ἀκολασταίνειν ἐθέλουσι, τὸ σωφρονεῖν οὐχ ἡδύ. Ὅν περ γὰρ τρόπον τοῖς ἐξ οἴνου μεμεθυσμένοις, βεβά πτισται μὲν εἰς ἀβουλίαν ὁ νοῦς, τὸ φρονεῖν δὲ ὀρθὰ διὰ τοῦτο παρῃρημένος, ὅτι τοῖς χειρίστοις προσομι λεῖν ἐπιζήμιον οὐκ αἰσθάνεται· οὕτως οἱ τῇ φιληδο νίᾳ νενικημένοι, καὶ καθάπερ εἰς τέλμα βαθὺ πε σόντες τὴν ἁμαρτίαν, καὶ τὸν σώφρονα νοῦν τοῖς ἀκαθάρτοις ἐγκαταπήξαντες πάθεσιν, ἀσάλευτον ἔχουσι παρ' ἑαυτοῖς τὸ κακὸν, ὅλοι πρὸς τοῦτο κεκλι μένοι καὶ βλέποντες, ταύτῃ πεπεδημένοι τῇ νόσῳ. 77.420 ϛ. Καὶ οἱ πάντων ἀνθρώπων παραφρονέστατοι Ἰουδαῖοι, καὶ ταῖς τῶν πλημμελημάτων ὑπεροχαῖς, τῇ τῶν πατέρων ἀσεβείᾳ φιλονεικήσαντες, αἰσχύνης καὶ γέλωτος ἄξια πράττειν