Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
εἰσὶ γὰρ καὶ ἐν ἀνθρώποις ἄκακοι καὶ ἀπόνηροι. Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους ἀγγέλους. Οὐκοῦν ἀφ' ὧν ἔστιν, ἢ ἀφ' ὧν οὐκ ἔστιν, ἀληθέστερον καὶ οἰκειότερον σημανθήσεται. ΑΛΛΟ. Ὁ μακάριος ∆αβὶδ ψάλλει, καί φησι πρὸς τὸν Υἱόν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ τοίνυν ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενον· ἄλλο γὰρ ἐν ἄλλῳ νοεῖσθαι χρή· μετέχει δὲ ἡ κτίσις τοῦ Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτίσιν· οὐκοῦν οὐδὲ γενητός. Εἰ δὲ οὐκ ἔστιν ἕτερος παρ' ἐκείνην ὁ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημένος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετάσχοι τοῦ ὅπερ ἐστὶν αὐτός;
ΛΟΓΟΣ Βʹ.
Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ' οὐσίας σημαντικόν. Τὸ ἀγένητον ὡς ἀρχὴ
καὶ αἴτιον νοεῖταί τε καὶ ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι ἑαυτῇ ἢ ἀνόμοιον σημαίνει. Ἡ δὲ ἀγένητος φωνὴ σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ· τοῦτο γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία, ἀλλὰ τοῦ μὴ τοιῶσδε εἶναι τὴν οὐσίαν, καθ' ἧς ἂν τάττοιτο τὸ σημαντικόν. ΑΛΛΟ. Ὅτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται. Ἀλλ' ἐρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν δέ· ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. Εἰ γὰρ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγκης ἂν εἴη τὴν οὐσίαν, ἧς ἔσται διαφορὰ τὸ ἀγένητον. Οἷον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳ· Οὐσία ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος· τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκειμένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. Εἰ τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία. τίνος ἔσται διαφορά· ἀμήχανον γὰρ οὐσίας φορέσαι λόγον τὴν διαφοράν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ; Εἰ γὰρ μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντι 75.29 διαστολὴν, μηδὲ ἀλλήλοις μάχεται κατὰ τὸ ἐξ ἀμφοῖν σημαινόμενον, οὐδὲν κωλύσει κατ' οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τοῦ ἀγενήτου εἰς οὐσίαν λαμβανομένου, ὁμοίως δὲ καὶ τοῦ γενητοῦ. Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, οὐκ ἔσται ἐναντία, καθὸ οὐσίαι ἀμφότεραι. ΑΛΛΟ. Εἰ πᾶν ἀγένητον παντὶ γενητῷ ἀνόμοιον, ἀληθεύσει τις λέγων, ὅτι καὶ πᾶν γενητὸν παντὶ γεννητῷ ὅμοιον. Γεννητὸς δὲ ὑπάρχων ὁ Υἱὸς, οὐδεμίαν ἔχει τὴν ὁμοιότητα πρὸς τὰ ὄντα γεννητῶς· ἔστι γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Οὐκ ἄρα διὰ τὸ ἀγένητον εἶναι τὸν Πατέρα, ἀνόμοιος ἔσται κατὰ φύσιν αὐτῷ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ Υἱός. Ὥσπερ γὰρ τὴν πρὸς τὰ γενητὰ γεννητὸς ὑπάρχων ἀναβέβηκεν ὁμοίωσιν· οὕτω τῆς πρὸς τὸ ἀγένητον ἐμφερείας οὐ καταβήσεται, κἂν ὑπάρχῃ γεννητός. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Τὸ ἀγένητον, φασὶν, ἐπὶ Θεοῦ, οὐσίαν εἶναί φαμεν· καὶ ἔσται τὸ ὄνομα ὁρικὸν, ὥσπερ ἂν εἴ τις ὁρίσαιτο καὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου λέγων· Ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πρὸς τοῦτο λύσις. Ἀμαθῶς καὶ τοῦτο προτείνοντες ἐλεγχθήσονται· εἰ γὰρ ὁρικὸν εἶναι βούλεσθε τὸ ἀγένητος ὄνομα, ἐκ γένους ἔστω καὶ διαφορᾶς, ἤτοι διαφορῶν· χωρὶς γὰρ τούτων ὅρος οὐκ ἂν γένοιτό ποτε. Τὸ δὲ τοιοῦτον ἀγένητον, εἰς οὐδὲν οὐσίας ὑπάρχον γένος, ὅρος οὐκ ἂν εἶναι δύναιτο· πρὸς δέ γε τούτῳ, τὰ γένη φιλοσόφως ὁριζόμενα παρ' ἐκείνων ὁρῶμεν, οὐκ ἐν μιᾷ λέξει καὶ μόνῃ, ἀλλ' ἐν πλείοσιν· ὡς τὸ οὐσία ἔμψυχος αἰσθητικὴ, ἢ ζῶον λογικὸν θνητόν. Καὶ εἰ ἑνὸς ὀνόματος ἀπόφασις οὐκ ἐξαρκέσει πρὸς οὐσίας δήλωσιν, οὐκ ἄρα ὁρικὸν τὸ ἀγέννητος. ΑΛΛΟ. Εἰ πᾶς ὅρος τὸ τί ἐστι κατὰ φύσιν τῶν σημαινομένων ἕκαστον