1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

ἀμνηστείαν χαρίζεται. τοῦτο διορθούμενος ἐπήγαγεν ὅτι οὐ πρὸς ἀναλογίαν τῶν καμάτων μετρεῖται ἡμῖν παρὰ θεοῦ τῆς πολιτείας ὁ καρπός, ἀλλὰ πολυπλασίων καὶ ὑπερβαίνων πολλῷ τὴν ἀξίαν τῶν πεπονημένων· ὁ γὰρ θεὸς ἀγαθός τε ὢν καὶ δίκαιος, τὸ μὲν δίκαιον ἐπὶ τῶν ἁμαρτανόντων φυλάσσει τοσοῦτον ἀποδιδοὺς τῷ ἡμαρτηκότι ὅσον ἡ τῶν ἁμαρτημάτων ὑπόθεσις ἀπαιτεῖ, τὸ δὲ ἀγαθὸν ἐπὶ τῶν κατορθούντων ἐνδείκνυται, οὐ μόνον τὰ κατ' ἀξίαν αὐτοῖς διδούς, ἀλλὰ καὶ ὑπερβαίνων ταῖς δωρεαῖς τῶν πεπολιτευμένων αὐτοῖς τὴν ἀναλογίαν. Rom 8,19 Ἐν τοσαύτῃ φησὶν ἔσεσθαι ἡμᾶς τῶν ἀγαθῶν δωρεᾷ τοῦ θεοῦ, ὥστε ἡ ἐλπὶς καὶ ἡ προσδοκία τῆς κτίσεως ἐκδέχεται τῶν υἱῶν τοῦ θεοῦ τὴν ἀποκάλυψιν οἷον τὴν κεκρυμμένην αὐτῶν μακαριότητα μικρὸν ὕστερον ἀποκαλυφθησομένην. ὑπόνοιαν δὲ τοῖς πολλοῖς δίδωσι τὰ γεγραμμένα, ὡς ἔμψυχός ἐστιν ἡ ὁρωμένη κτίσις καὶ λογικήν τινα ἔχει αἴσθησιν ὁ κόσμος. εἰ γὰρ συστενάζει καὶ συνωδίνει καὶ τὴν ἀποκάλυψιν ἀπεκδέχεται, δῆλον ὅτι, φησί, καὶ αἰσθάνεται καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ κτίσιν νῦν λέγει οὐ τὰς ἀψύχους ὕλας ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις τὰς ταγείσας παρὰ θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ 94 βούλησιν, κατὰ τὸ γεγραμμένον· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. οὕτω δὲ καὶ ἐπὶ τοῦ εὐλογεῖτε ψῦχος καὶ καῦμα καὶ πάλιν χάλαζα καὶ χιὼν καὶ τὰ ὅμοια ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων δυνάμεσι λέγεσθαι νοητέον· οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακελεύεται αἰνεῖν τὸν θεόν. ὥσπερ γὰρ πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι καὶ ὥσπερ ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους λέγει, καὶ πενθήσει οἶνος καὶ πενθήσει ἄμπελος τοὺς ἐφεστηκότας λέγει γεωργούς, οὕτω καὶ νῦν τὴν κτίσιν λέγει τὰς δυνάμεις τὰς ἐφεστηκυίας ταῖς ἀψύχοις ὕλαις καὶ αὐτὰς κτιστὰς οὔσας, ὥσπερ στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. Rom 8,-21 Τῆς ὑλώδους φύσεως δεδουλωμένης τῷ πονηρῷ καὶ ἐπιβουλευομένης ὑπ' αὐτοῦ πολλάκις κατὰ συγχώρησιν θεοῦ, ὥστε καὶ λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ ἄλλας φθορὰς ὑπ' αὐτοῦ κατασκευάζεσθαι· καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων ἀσεβῶς διαγόντων ἔχειν χώραν τὸν πονηρόν, ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει τὰ περὶ αὐτοὺς στοιχεῖα κακοῦν. ὧν γενομένων αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν, ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμεν· ἡ οἰκία θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται, ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ' ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων αὐτῆς· ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν ἀνθρώπων ματαίαν προσκύνησιν καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς. φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ, ἀλλ' ὑπετάγη συγχωρήσαντος τοῦ θεοῦ, καὶ ὑπετάγη 95 ἐπ' ἐλπίδι μελλούσῃ. ποίᾳ; ταύτῃ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων· διὸ εἰκότως ἡ καραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ ἀπεκδέχεται. Rom 8,23 Οὐ μόνον, φησίν, ἡ κτίσις στενάζει καὶ ὠδίνει τὴν ἐλευθερίαν διὰ τοῦ πνεύματος ἀπεκδεχομένη, ἀλλὰ καὶ ἡμεῖς, καίτοι ἤδη τὰς ἀπαρχὰς τοῦ πνεύματος εἰληφότες καὶ πειρασθέντες αὐτοῦ τῆς εὐεργεσίας, εἰ καὶ