1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

καλουμένῳ κλῖμα δὲ ἔστι τοῦτο τῆς αὐτῆς πόλεως ἔρημον τανῦν ὑπάρχον ἐνεχείρισε ∆ημητρίῳ τινὶ τῷ Φαλαρηνῷ τὴν αὐτὴν βιβλιοθήκην, προστάξας συναγαγεῖν τὰς πανταχοῦ γῆς βίβλους, γράψας ἐπιστολὰς καὶ προσλιπαρήσας ἕκαστον τῶν ἐπὶ γῆς βασιλέων τε καὶ ἀρχόντων τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν τε καὶ ἀρχὴν μὴ κατοκνῆσαι ἀποστεῖλαι ποιητῶν τε λέγω καὶ λογογράφων, ῥητόρων τε καὶ σοφιστῶν καὶ ἰατρῶν καὶ ἰατροσοφιστῶν καὶ ἱστοριογράφων καὶ λοιπῶν βίβλους. Τοῦ δὲ ἔργου προκόπτοντος καὶ τῶν βιβλίων πανταχόθεν συναγομένων, ἠρώτησεν ὁ βασιλεὺς τὸν τὴν βιβλιοθήκην πεπιστευμένον ἐν μιᾷ τῶν ἡμερῶν, ὅτι πόσαι δ' ἂν εἶεν βίβλοι αἱ ἤδη ἐν τῇ βιβλιοθήκῃ συναχθεῖσαι. Ὁ δὲ ἀπεκρίθη τῷ βασιλεῖ λέγων ὅτι ἤδη μέν εἰσι μυριάδες πέντε βιβλίων καὶ τετρακισχίλιαι ὀκτακόσιαι πλεῖον ἢ ἔλασσον. Ἀκούομεν δὲ ἔτι πολὺ πλῆθος ἐν τῷ κόσμῳ ὑπάρχειν, παρά τε Αἰθίοψι καὶ Ἰνδοῖς, Πέρσαις τε καὶ Ἐλαμίταις καὶ Βαβυλωνίοις, Ἀσσυρίοις τε καὶ Χαλδαίοις, παρὰ Ῥωμαίοις τε καὶ Φοίνιξι, Σύροις τε καὶ τοῖς ἐν τῇ Ἑλλάδι Ῥωμαίοις οὔπωῬωμαίοις καλουμένοις ἀκμὴν ἀλλὰ Λατίνοις. Ἀλλὰ καὶ παρὰ τοῖς ἐν Ἱεροσολύμοις τε καὶ ἐν τῇ Ἰουδαίᾳ ὑπάρχουσι βίβλοι θεϊκαὶ τῶν προφητῶν, διηγούμεναι περὶ Θεοῦ καὶ τῆς κοσμοποιίας, καὶ τῆς ἄλλης πάσης κοινωφελοῦς διδασκαλίας. Εἰ οὖν δοκεῖ τῷ κράτει σου, βασιλεῦ, καὶ αὐτὰς μεταστείλασθαι, γράψον τοῖς ἐν Ἱεροσολύμοις διδασκάλοις καὶ ἀποστελοῦσί σοι, ὅπως καὶ τὰς αὐτὰς βίβλους καταθῶ ἐν τῇ αὐτῇ τῆς σῆς εὐσεβείας βιβλιοθήκῃ. Τότε τοίνυν γράφει ὁ βασιλεὺς ἐπιστολὴν ἔχουσαν τάδε. Βασιλεὺς Πτολεμαῖος τοῖς ἐν Ἱεροσολύμοις τῶν Ἰουδαίων διδασκάλοις πλεῖστα χαίρειν. Βιβλιοθήκην κατασκευάσας καὶ πλῆθος συναγαγὼν βιβλίων ἐξ ἑκάστου ἔθνους, ἐν αὐτῇ ἀπεθέμην. Ἀκούσας δὲ ὡς καὶ παρ' ὑμῖν ἐμφέρονται βίβλοι προφητῶν περὶ Θεοῦ τε καὶ κοσμοποιίας δηλοῦσαι, καὶ ταύτας ἅμα ταῖς ἄλλαις ἀφιερῶσαι ἐπιθυμῶν, γέγραφα, ὅπως ταύτας ἡμῖν ἀποστείλητε. Ὅτι γὰρ τιμῆς ἕνεκεν καὶ οὐ περιεργείας χάριν οὐδὲ κακονοίας τῆς τοιαύτης αἰτίας εἰμὶ ἐπιθυμητής, ἀλλὰ πίστεως ἕνεκα καὶ τῆς περὶ ὑμᾶς φιλίας τὴν τούτων αἴτησιν ποιοῦμαι ἐκ τῆς πάλαι ὑφ' ἡμῶν περὶ ὑμᾶς γενομένης εὐνοίας ἀναμνησθέντες εἴσεσθε. Μέμνησθε γάρ που ὡς αἰχμαλώτων πολλῶν ἐκ τῆς ὑμετέρας πατρίδος ληφθέντων καὶ εἰς Αἴγυπτον τὴν ἡμετέραν πατρίδα ἀχθέντων ἀνῆκα, καὶ μετ' ἐφοδίων πολλῶν καὶ θεραπείας οὐ τῆς τυχούσης ἐπιμελησάμενος αὐτῶν ἐλευθέρους ἀπέπεμψα. Ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς πεπληγμένους ἰασάμενος ὡσαύτως ἀνῆκα καὶ τοὺς γυμνοὺς ἐνέδυσα. Καὶ νῦν δὲ τράπεζαν χρυσῆν μετὰ πολυτελεστάτης λιθίας κεκοσμημένην ἐξ ὁλκῆς ταλάντων ἑκατὸν ἀντὶ τῆς τραπέζης τῆς ληφθείσης ἀπὸ τοῦ ἁγίου τόπου Ἱεροσολύμων ἀπέστειλα, μετὰ καὶ δώρων καὶ κειμηλίων τῷ ἱερῷ τόπῳ. Τούτων τοίνυν τὴν διήγησιν ἐποιησάμην, ὅπως γνῶτε ὅτι ὑπὲρ εὐχῆς καὶ εὐσεβείας τὰς βίβλους αἰτῶ. Καὶ ἡ μὲν ἐπιστολὴ ἀπεστάλη καὶ τὰ ἀπεσταλμένα δῶρα ὡσαύτως. Αὐτοὶ δὲ δεξάμενοι τὴν ἐπιστολὴν καὶ ἀναγνόντες καὶ τὰ ἀπεσταλμένα θεασάμενοι διὰ χαρᾶς ἔσχον σφόδρα καὶ ἀμελλητὶ χρυσέοις γράμμασιν ἑβραϊκοῖς τὰς βίβλους μεταγραψάμενοι τὰς ἤδη μοι προτεταγμένας ἀπέστειλαν, εἴκοσι δύο μὲν τὰς ἐνδιαθέτους, ἑβδομήκοντα δύο δὲ τὰς ἀποκρύφους. Ὁ δὲ βασιλεὺς κομισάμενος καὶ ἐντυχὼν καὶ μὴ δυνάμενος ἀναγνῶναι τῶν στοιχείων ἑβραϊκῶν ὑπαρχόντων καὶ διαλέκτῳ τῇ ἑβραϊκῇ γεγραμμένων, δευτέραν ἐπιστολὴν ἀναγκάζεται αὐτοῖς γράψαι καὶ αἰτῆσαι ἑρμηνευτὰς τοὺς δυναμένους αὐτῷ φράσαι εἰς τὴν ἑλληνικὴν διάλεκτον τὰ τῆς ἑβραΐδος. Περιεῖχε δὲ ἡ ἐπιστολὴ τάδε. Ὁ βασιλεὺς Πτολεμαῖος τοῖς τῆς εὐσεβείας διδασκάλοις τοῖς ἐν Ἱεροσολύμοις πλεῖστα χαίρειν. Θησαυροῦ κεκρυμμένου καὶ πηγῆς