χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέστιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. καταπλαγέντων δὲ τῶν ἑταίρων, "ἐπὶ τὴν ἐχομένην" εἶπεν 5.2.6 "κρήνην ἴωμεν," καὶ ἡγεῖτο ἀπιών, καὶ σύννους ἦν. εἶτα κἀκεῖ τὰ αὐτὰ δράσας, ἐξεκάλεσεν ἕτερον Ἔρωτα τῷ προτέρῳ παραπλήσιον ἅπαντα, πλὴν ὅσον αἱ κόμαι μελάντεραί τε καὶ ἡλιῶσαι κατεκέχυντο. καὶ περιεπλέκετό γε ἀμφότερα αὐτῷ τὰ παιδία, καὶ καθάπερ γνησίου τινὸς πατρὸς ἐμφύντα περιείχετο. ὁ δὲ ἐκεῖνά τε ταῖς οἰκείαις ἀπέδωκε λήξεσιν, καί, 5.2.7 σεβαζομένων τῶν ἑταίρων, ἐξῄει λουσάμενος. οὐδὲν μετὰ τοῦτο ἐζήτησεν ἡ τῶν ὁμιλητῶν πληθύς, ἀλλὰ ἀπὸ τῶν φανέντων δειγμάτων, ὥσπερ ὑπ' ἀρρήκτου ῥυτῆρος εἵλκοντο, καὶ πᾶσιν ἐπίστευον. ἐλέγετο δὲ καὶ παραδοξότερα καὶ τερατωδέστερα, ἐγὼ δὲ τούτων ἀνέγραφον οὐδέν, σφαλερόν τι καὶ θεομισὲς πρᾶγμα ἡγούμενος εἰς συγγραφὴν στάσιμον καὶ πεπηγυῖαν ἐπεισάγειν ἀκοὴν διεφθαρμένην καὶ 5.2.8 ῥέουσαν. ἀλλὰ καὶ ταῦτα γράφω δεδοικὼς ἀκοὴν οὖσαν, πλὴν ὅσαγε ἕπομαι ἀνδράσιν, οἵ, τοῖς ἄλλοις ἀπιστοῦντες, πρὸς τὴν τοῦ φανέντος αἴσθησιν συνεκάμφθησαν. οὐδεὶς δὲ 5.2.9 αὐτοῦ τῶν ἑταίρων ἀνέγραψεν, ὅσα γε ἡμᾶς εἰδέναι· τοῦτο δὲ εἶπον μετρίως, Αἰδεσίου φήσαντος μήτε αὐτὸν γεγραφέναι, μήτε ἄλλον τινὰ τετολμηκέναι. 5.3.1 Κατὰ τοὺς Ἰαμβλίχου καιροὺς ἦν καὶ ὁ διαλεκτικώτατος Ἀλύπιος, ὃς ἔτυχε μὲν σώματος μικροτάτου, καὶ τὸ σῶμα πυγμαῖον παρέβαινεν ἐλάχιστον, ἐκινδύνευε δὲ καὶ τὸ φαι5.3.2 νόμενον σῶμα ψυχὴ καὶ νοῦς εἶναι· οὕτω τὸ φθειρόμενον οὐκ ἐπέδωκεν εἰς μέγεθος, δαπανηθὲν εἰς τὸ θεοειδέστερον. ὥσπερ οὖν ὁ μέγας Πλάτων φησὶ τὰ θεῖα σώματα τὸ ἀνάπαλιν ἔχειν ἐγκείμενα ταῖς ψυχαῖς, οὕτως ἄν τις εἴποι κἀκεῖνον ἐμβεβηκέναι τῇ ψυχῇ καὶ συνέχεσθαι καὶ κρατεῖσθαι 5.3.3 ᾗ παρά του κρείττονος. ζηλωτὰς μὲν οὖν εἶχεν πολλοὺς ὁ Ἀλύπιος, ἀλλ' ἡ παίδευσις ἦν μέχρι συνουσίας μόνης, βιβλίον δὲ προέφερεν οὐδὲ εἷς· ὥστε μάλα ἀσμένως πρὸς τὸν Ἰάμβλιχον ἀπέτρεχον, ὡς ἐκ πηγῆς ὑπερβλυζούσης, οὐ μενούσης καθ' ἑαυτήν, ἐμφορησόμενοι καὶ πιούμενοι. κατὰ δὲ τὸ κλέος ἀμφοῖν αὐξόμενον ἄνω καὶ συνέτυχόν ποτε ἀλλήλοις ἢ συνήντησαν ὥσπερ ἀστέρες, καὶ περιεκαθέσθη 5.3.4 γε αὐτοὺς θέατρον οἷον εἰκάσαι μεγάλου μουσείου. Ἰαμβλίχου δὲ τὸ ἐπερωτηθῆναι μᾶλλον ὑπομείναντος ἢ τὸ ἐπερωτᾶν, ὁ Ἀλύπιος παρὰ πᾶσαν ὑπόνοιαν ἀφεὶς ἅπασαν φιλόσοφον ἐρώτησιν, τοῦ δὲ θεάτρου γενόμενος, "εἰπέ μοι, φιλόσοφε," πρὸς αὐτὸν ἔφη "ὁ πλούσιος ἢ ἄδικος ἢ ἀδίκου κληρονόμος, ναὶ ἢ οὔ; τούτων γὰρ μέσον οὐδέν." ὁ δὲ τὴν πληγὴν τοῦ λόγου μισήσας, "ἀλλ' οὐχ οὗτός γε," ἔφη "θαυμασιώτερε πάντων ἀνδρῶν, ὁ τρόπος τῆς ἡμετέρας διαλέξεως, εἴ τῳ τι περιττόν ἐστι κατὰ τὰ ἐκτός, ἀλλ' εἴ τι πλεονάζει κατὰ τὴν οἰκείαν ἀρετὴν φιλοσόφῳ καὶ πρέ5.3.5 πουσαν." ταῦτα εἰπὼν ἀπεχώρησεν, καί, διαναστάντος, οὐκ ἦν ὁ σύλλογος. ἀπελθὼν δὲ καὶ γενόμενος ἐφ' ἑαυτοῦ, καὶ τὴν ὀξύτητα θαυμάσας, πολλάκις τε ἰδίᾳ συνέτυχεν αὐτῷ, καὶ οὕτως ὑπερηγάσθη τὸν ἄνδρα τῆς ἀκριβείας 5.3.6 καὶ συνέσεως, ὥστε καὶ ἀπελθόντος βίον συνέγραψε. καὶ ἐνέτυχεν ὁ ταῦτα γράφων τοῖς γεγραμμένοις· τὰ γεγραμμένα δὲ ὑπὸ τῆς συνθήκης ἐμελαίνετο, καὶ νέφος αὐτοῖς ἐπέτρεχε βαθύ, οὔ τι δι' ἀσάφειαν τῶν λεγομένων, ἀλλὰ διδάσκαλον εἶχε τῶν Ἀλυπίου λόγον μακρόν τινα, καὶ δια5.3.7 λέξεων οὐ προσῆν μνήμη λόγον ἐχουσῶν. ἀποδημίας τε εἰς τὴν Ῥώμην ἔφραζε τὸ βιβλίον, αἷς οὔτε αἰτία προσῆν, οὔτε τὸ τῆς ψυχῆς συνεφαίνετο μέγεθος. ἀλλ' ὅτι μὲν εἵποντο πολλοὶ τεθηπότες τὸν ἄνδρα παραδηλοῦται· ὅ τι δὲ εἶπεν 5.3.8 ἢ ἔπραξεν ἀξιόλογον, οὐκ ἐπιφαίνεται· ἀλλ' ἔοικεν ὁ θαυμάσιος Ἰάμβλιχος ταὐτὸν πεπονθέναι τοῖς γραφικοῖς, οἳ τοὺς ἐν ὥρᾳ γράφοντες, ὅταν χαρίσασθαί τι παρ' ἑαυτῶν εἰς τὴν γραφὴν βουληθῶσιν, τὸ πᾶν εἶδος τῆς ὁμοιώσεως διαφθείρουσιν, ὥστε ἅμα τε τοῦ παραδείγματος ἡμαρτη5.3.9 κέναι καὶ τοῦ