Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν, ἀλλ' ὅτι μὴ παρὰ πόδας τὴν κόλασιν ἐπιφέροι σοι διδοὺς καιρὸν εἰς μετάνοιαν, τούτῳ καταχρήσει πρὸς ἐπίδοσιν τοῦ κακοῦ. καὶ τὸ μακρόθυμον τοῦ θεοῦ περὶ σὲ ἀφορμὴν ποιήσει πάσης ἀνοσιό τητος. οὐκοῦν ἴσθι σαφῶς ὅτι κατὰ τὴν σκληρότητά σου θησαυρίζεις σεαυτῷ ὀργήν. προσέοικεν ὅλον τοῦτο τῷ τοῦ ψαλμωδοῦ· ταῦτα ἐποίησας καὶ ἐσίγησα, ὑπέλαβες ἀνο μίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. τὸ μὲν οὖν θησαυρίζεις ἀπὸ μεταφορᾶς ἔφη τῶν ἐν ἀποκρύφοις μὲν ἐχόντων τοὺς θησαυρούς, αὐξόντων δὲ αὐτοὺς ταῖς κατ' ὀλίγον προσθήκαις. ἡ μέραν δὲ ὀργῆς τὸν τῆς τιμωρίας λέγει καιρόν. καὶ σὺ τοίνυν, φησί, τῷ πλήθει τῶν ἁμαρτημάτων οἷον ἐν ἀφανεῖ τὰ μείω τινί, τῇ μελλούσῃ κρίσει τὴν καθ' ἑαυτοῦ τιμωρίαν ἐπάξεις. ἀποκαλύψεως δὲ ἡμέραν αὐτὴν ὠνόμασε διὰ τὸ πάντα τὰ τελέως λανθάνοντα τότε μέλλειν εἰς τὸ ἐμφανὲς ἐπὶ πάντων προάγεσθαι, δικαιοκρισίας δὲ ὡς ἐνταῦθα μέν, τῆς δικαίας κρίσεως κατὰ πολλοὺς τρόπους ἀδικου μένης, ἢ δι' ἄγνοιαν τῶν κρινόντων ἢ δι' ἄλλην πρόφασιν σαρκικήν, ἐκεῖσε δὲ καθαρᾶς δικαίως καὶ λαμπρᾶς ἐκφερομένης τῆς ψήφου. καὶ οἷαν εἰκὸς τὴν θείαν, ἀνέλαβε μέντοι καὶ διὰ τούτων τὰ ἀποκαλύπτε ται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ, διὰ τῆς ἀρχῆς καὶ τοῦ τέλους, τῷ τῆς τιμωρίας δέει τὴν κατηγορίαν τῆς ἀσεβείας αὐτῶν καὶ τῆς ἀδικίας περιλαβών.
{Rom 3, 19} Εἰς τοῦτο, φησίν, ὁ νόμος ἐλυσιτέλησεν, ἐγνώρισεν ἡμῖν τὴν
ἁμαρ τίαν, οὐ τῷ ἀπαγορεῦσαι μόνον τῶν ἀτόπων τὴν πρᾶξιν ἀλλὰ καὶ τῷ παρακούοντας αὐτοῦ τιμωρήσασθαι· οὐ γὰρ ἂν μὴ κολάσεως τοῖς πταίσμασιν ἐπιφερομένης ὁποῖόν τι τὸ τῆς ἁμαρτίας ἐγνωρίσαμεν, καὶ διὰ τούτων τοίνυν ἁπάντων σφόδρα ἀκριβῶς συστήσας τὸ ὑφ' ἁμαρ τίαν τοὺς πάντας ἐπάγει λοιπόν, δεικνὺς τοῦ οἰκείου λόγου τὸ περιττόν. 362 {Rom 3,22} Εἰς πάντας μὲν τοὺς Ἰουδαίους, φησίν, ὡς οἴκοθεν καὶ ἐξ ἑαυτῶν ἐσχηκότας τῆς σωτηρίας τὸν αἴτιον, ἐπὶ πάντας δὲ τοὺς ἐθνικούς, λέγει, ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τούτους ἐκταθείσης τῆς χάριτος, ὅμως μέντοι καὶ τούτων κἀκείνων μετασχεῖν τῆς χάριτος ἔφησεν. οὐχ ὡς ἁπλῶς ἀλλὰ τοὺς πιστεύοντας· καὶ πάλιν ὅτι κοινὴ δικαίως ἡ χάρις κατὰ πάντων.
{Rom 4,1} Μεθυπέρβατος ἡ ῥῆσίς ἐστιν· ἀκολούθως γὰρ οὕτως, εἴ πως ἂν ἦν
συγκειμένη· τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν; ἀνέλθωμεν, φησίν, ἐπὶ τὸν ἀρχηγὸν τοῦ κατὰ σάρκα γένους ἡμῶν, ὃν ἐκ πάντων ἐκλέξας ὁ θεὸς τῶν ἐθνῶν εὐλόγησέν τε καὶ εἰς τοὺς ἐξ αὐτοῦ δι' αὐτὸν παραπέμψειν τὰ τῆς εὐλογίας ὑπέσχετο· δῆλον γὰρ ὅτι, ὅπως ἂν ἔχοι τὰ κατ' αὐτόν, οὕτως σχήσει καὶ τὰ ἡμέτερα.
{Rom 5,12-14} Ταύτης ἡμῖν, φησί, τῆς ἐν τούτῳ τῷ κόσμῳ ζωῆς τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης καὶ διὰ τοῦτο καὶ νόμου δεομένης, εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδάμ, ἅτε πρῶτος καὶ γενόμενος καὶ παρανομήσας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων πάντες ἀπέθνησκον ὡς εἰκὸς τοῦ προπάτορος κληρονομοῦντες τῆς φύσεως· ἀλλὰ τῶν ἀποθνησκόντων τούτων οἱ μὲν δι' ὧν καὶ αὐτοὶ παρηνόμουν, ὑπήγοντο τῷ θανάτῳ, οἱ δὲ διὰ μόνην τοῦ Ἀδὰμ τὴν κατάκρισιν, οἷον ἡ τῶν νηπίων μερίς. διὰ τοῦτο νῦν μέν, φησίν, εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον, ἀντὶ τῶν πολλῶν λέγων τοὺς πάντας ὥσπερ ἐν τοῖς μετὰ ταῦτα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, τοὺς πολλοὺς ἀντὶ τῶν πάντων φησίν. νῦν δὲ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ