1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

6

νίκην, τὸν στέφανον. Καὶ γὰρ στάδιον ἦν τὸ σπήλαιον ἐκεῖνο, καὶ πάλη θαυμαστή τις ἐγίνετο καὶ παράδοξος. Ἐπάλαιε μὲν γὰρ ὁ ∆αυῒδ, ἐπύκτευε δὲ ὁ θυμὸς, καὶ ἔπαθλον ὁ Σαοὺλ ἔκειτο, καὶ ἀγωνοθέτης ἦν ὁ Θεός· μᾶλλον δὲ οὐ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας. Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα. Καὶ γὰρ εἰκὸς ἦν ταῦτα κατὰ διάνοιαν ἕκαστον αὐτῶν δυσχεραίνοντα λέγειν· Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν· καὶ σὺ τῶν κακῶν τούτων τὸν αἴτιον εἰς χεῖρας λαβὼν, ἀφεῖναι διανοῇ, ἵνα μηδέποτε τῶν κακῶν τούτων ἡμεῖς ἀναπνεύσωμεν, καὶ σπουδάζων τὸν ἐχθρὸν διασῶσαι, προδίδως τοὺς φίλους; Καὶ ποῦ ταῦτα δίκαια; Εἰ γὰρ τῆς ἑαυτοῦ καταφρονεῖς σωτηρίας, ἀλλὰ τῆς ἡμετέρας φεῖσαι ψυχῆς. Οὐ λυπεῖ σε τὰ παρελθόντα; οὐδὲ μέμνησαι τῶν κακῶν ὧν ἔπαθες παρ' αὐτοῦ; ∆ιὰ τὰ 54.683 μέλλοντα ἄνελε, ἵνα μὴ μείζονα καὶ χαλεπώτερα ὑποστῶμεν κακά. Ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασιν ἔλεγον, ἀλλ' ὅμως κατὰ διάνοιαν ἐλογίζοντο καὶ ταῦτα, καὶ τούτων πλείονα ἕτερα. εʹ. Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνηθῇ στέφανον, καὶ φιλοσοφῆσαι φιλοσοφίαν τινὰ καινοτέραν καὶ παράδοξον. Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μόνος ὢν καὶ καθ' ἑαυτὸν ἐφείσατο τοῦ λελυπηκότος, ὡς νῦν παράδοξόν ἐστιν, ὅτι παρόντων ἑτέρων αὐτῷ τοῦτο ἐποίησεν. Ἡ γὰρ τῶν στρατιωτῶν ἐκείνων παρουσία διπλοῦν ἐγίνετο τῇ φιλοσοφίᾳ τὸ κώλυμα. Πολλάκις γοῦν αὐτοὶ κρίναντες ὀργὴν ἀφεῖναι, καὶ συγχωρῆσαι τὰ πεπλημμελημένα τινὶ, ἐπειδὰν ἴδωμέν τινας παροξύνοντας καὶ διεγείροντας, τὴν ἡμετέραν καταλύομεν κρίσιν, τοῖς ἐκείνων παραπειθόμενοι λόγοις. Ἀλλ' ὁ μακάριος ἐκεῖνος τοῦτο οὐκ ἔπαθεν, ἀλλὰ καὶ μετὰ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν ἔμενε τὴν οἰκείαν διατηρῶν ψῆφον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι οὔτε ταῖς παρ' ἑτέρων παρετράπη συμβουλαῖς, οὐδ' ὅτι αὐτοὺς οὐκ ἔδεισεν, ἀλλ' ὅτι καὶ ἐκείνους τὰ αὐτὰ αὐτῷ φιλοσοφεῖν παρεσκεύασε. Μέγα μὲν γὰρ τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν· πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην· καὶ ἑτέρους, οὐκ ἐπιεικεῖς ἀνθρώπους καὶ μετρίους, ἀλλὰ στρατιώτας καὶ πολεμεῖν μεμαθηκότας, καὶ τοῖς πολλοῖς ἀπεγνωκότας πόνοις, καὶ μικρὸν ἀναπνεῦσαι ἐπιθυμοῦντας, καὶ εἰδότας ὅτι τῶν κακῶν ἡ λύσις πᾶσα ἐν τῇ τοῦ πολεμίου σφαγῇ τότε ἔκειτο· οὐ μόνον δὲ λύσις κακῶν, ἀλλὰ καὶ μυρίων κτῆσις ἀγαθῶν· οὐδὲν γὰρ ἐκώλυεν, ἐκείνου σφαγέντος, ἐπὶ τοῦτον εὐθέως διαβῆναι τὴν βασιλείαν. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν παροξυνόντων τοὺς στρατιώτας, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου. Ἄξιον δὲ καὶ αὐτῆς ἀκοῦσαι τῶν στρατιωτῶν τῆς συμβουλῆς· ἡ γὰρ κακουργία τῆς παραινέσεως τὸ στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς τοῦ δικαίου δείκνυσι γνώμης. Οὐδὲ γὰρ εἶπον· Ἰδοὺ ὁ μυρία σε διαθεὶς κακὰ, ὁ τῆς σφαγῆς ἐπιθυμήσας τῆς σῆς, ὁ περιβαλὼν ἡμᾶς τοῖς ἀνηκέστοις δεινοῖς· ἀλλ' ἐπειδὴ συνεῖδον ὅτι πάντων τούτων ὑπερεώρα, καὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων οὐ πολὺν ἐποιεῖτο τὸν λόγον, ἄνωθεν αὐτῷ τὴν ψῆφον φέρουσιν, Ὁ Θεὸς αὐτὸν παρέδωκε, λέγοντες, ἵνα τὴν ἐκεῖθεν αἰδεσθεὶς κρίσιν ἑτοιμότερον ἐπὶ τὴν σφαγὴν ἔλθῃ. Μὴ γὰρ σαυτὸν ἐκδικεῖς; φησί. Τῷ Θεῷ διακονῇ καὶ