1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

ἠξιωμένοι κυρίως γὰρ ἀξίωμα θεοσέβεια, ζώνην πρόσκαιρον περικείμενοι, ἐπίκαιρον δυναστείαν κτησάμενοι, βασιλεῖ ἂν ἄρα ἢ ὑπάρχῳ ὁμιλήσαντες, οὐ Θεῷ, ἐκκλησίᾳ προσενέγκαντες τῆς πλεονεξίας δῶρα, ἢ ὀλίγον πτωχοῖς καταβάλλοντες κερμάτιον, εὐθὺς ἀνασπῶσι τὰς ὀφρῦς, καὶ ὡς ἐξ οὐρανοῦ προκύψαντες, ἡμῖν διαλέγονται, οἱ κυρίως γῆ τυγχάνοντες καὶ σποδός· μᾶλλον δὲ οἱ γῆ ὑπάρχοντες ἄκαρπος. Ἀκανθῶν γὰρ χωρίον, ἀδελφοὶ, ἡ τοῦ πλεονέκτου ψυχὴ, ἄκαρπος ἀγρὸς τὸ τοῦ φιλαργύρου ψυχάριον, ἀπροσόδευτος κτῆσις ἡ τῶν ἀλλοτρίων ἀπόλαυσις, ἔρημον γεώργιον τὸ τοῦ πόρνου σωμάτιον, πολύκρημνος χῶρος τῶν ὑπερηφάνων λογισμὸς, ἀκερδὴς ἐμπορία τῶν κατηγόρων τὰ ῥήματα, κενὴ πραγματεία, διαβόλου κοινωνὸς ὁ τοῦ πλησίον ἐπίβουλος. Ταῦτα ἐπ' ἐκκλησίας μεμαθηκότες, μισήσωμεν ἅρπαγας, ἀσκήσωμεν ἀρετὰς, φύγωμεν κακίαν, ἀγάπην ζηλώσωμεν, ἐκκλίνωμεν ἡδονὴν, ἁγνείαν ἀγκαλισώμεθα, ἀποστραφῶμεν δόλον, ἁπλότητα κοινωνήσωμεν· Τὸν γὰρ καταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καρποφόρον γῆν ἑαυτοὺς ἀποδείξωμεν, τὸν τῆς δικαιοσύνης ἐκφύοντες βλαστὸν, τὸν τῆς φιλανθρωπίας καὶ σωφροσύνης ἅμα τε καὶ ἐπιεικείας προσφέροντες καρπὸν, τὸν τῆς ἐξομολογήσεως πέπειρον βότρυν προσφέροντες Θεῷ. Ὅταν γὰρ, φησὶ, ταῦτα πάντα ποιήσητε, εἴπατε ὅτι ∆οῦλοι ἀχρειοί ἐσμεν. Αὕτη ἡ φωνὴ τοῦ ∆εσπότου Χριστοῦ ἐστιν αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. 60.715 Περὶ νηστείας. Λόγος δʹ. Αἱ τῶν ὑδάτων πηγαὶ ἀντλούμεναι καθαρώτερον τὸ ὕδωρ βλυστάνουσι, καὶ πάντων τὴν χρείαν καὶ τὴν δίψαν πληροῦσαι ἄπαυστον ἐκ λαγόνων τὸ νᾶμα πη 60.716 γάζουσιν. Ἔξεστιν οὖν πᾶσι κατὰ τὴν οἰκείαν χρείαν τὸ νᾶμα τῆς δίψης ἐκεῖθεν ἀρύσασθαι, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· καὶ πᾶσιν αἱ πηγαὶ τὸν 60.717 πότον πλουσίως παρέχουσαι, ἀνεξάντλητον ἔχουσι τὸν θησαυρόν. Καθάπερ οὖν μία πηγὴ τὰ τῶν πολλῶν στόματα ποτίζει· οὕτω καὶ μία Γραφὴ τῶν πολλῶν νοήματα φωτίζει. ∆εῦτε τοίνυν καὶ ὑμεῖς, ἀγαπητοὶ, ἐπὶ τὴν τοῦ προλαβόντος πηγὴν ὁρμήσωμεν, καὶ τῆς διδασκαλίας τῶν νηστειῶν κοινωνήσωμεν. Καὶ γὰρ καὶ τοῦτο ὡς πλουσίῳ ἐπήρκεσε, καὶ ἡμῖν ὡς πένησιν οὐκ ἐξέλειπε. Νηστεύσας Ἠλίας ὁ ἁρματηλάτης, μηλωτῇ καὶ ῥάβδῳ τὸν ποταμὸν ἐδίχασεν. Ὁ αὐτὸς νηστεύσας οὐρανοὺς ἔκλεισε· ῥήματι γὰρ τὰς ὀμβροτόκους νεφέλας ἐκλειδούχησεν. Ὁ αὐτὸς νηστεύσας πυρίνους ἵππους ἡνίαις χαλινώσας, φλογίνῳ ἅρματι εἰς οὐρανοὺς ἡνιόχησε. Νηστεύσας Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων φοβερὸν πέλαγος ἔῤῥηξε, καὶ τὴν ἰχθυοφόρον εἰς ἄρουραν μετέστρεψε, καὶ τοὺς Ἑβραίους ἄρας ἔσωσε, καὶ τοὺς Αἰγυπτίους κατεπόντισε. Νηστεία Μωϋσέως δεξιὰν ῥάβδῳ ἁγίᾳ χαριτώσασα, καὶ δι' αὐτῆς τὴν πέτραν πατάξασα, ὕδωρ πότιμον καρποφορῆσαι παρεσκεύασε. Νηστεία τὸν ∆ανιὴλ σοφίσασα, τῶν ἀψηλαφήτων ἐνυπνίων μυσταγωγὸν ἀπεδείκνυεν. Ὁ αὐτὸς νηστεύσας τοὺς ἐν λάκκῳ θῆρας ἐφίμωσε, καὶ τῶν λεόντων ποιμὴν γενόμενος, εἰς οὐρανοὺς ἀναβλέπειν τούτους ἐπαιδαγώγησε. Νηστεία τῶν τριῶν παίδων τὰ σώματα ἀδιάφθορα τηρήσασα, τὴν παμφάγον φλόγα τῆς Βαβυλωνίας καμίνου εἰς δρόσον μετέβαλε· νηστείᾳ Ἰωνᾶς ὁ προφήτης τὸ κῆτος χαλινώσας, καθάπερ ὑποζυγίῳ χρησάμενος, εἰς τὴν Νινευὶ ἐπορεύετο. Οὐ γὰρ ὅπου ἤθελε τὸ ζῶον, ἀπήρχετο, ἀλλ' ὅπου ὁ ἔνδον ἡνιοχῶν ἐβούλετο, ἐκεῖ τὸ κῆτος ἐπορεύετο. Νηστεύσαντες Νινευῖται τὴν πόλιν διέσωσαν, καὶ τὸ φυτὸν τοῦ προφήτου ἐμάραναν. Νηστεία Θεοῦ χάρισμα, νηστεία ἀγγέλων τροφή· νηστεία τὸν Μωϋσῆν ἐμυσταγώγησε, νηστεία τὸν Ἀβραὰμ ἐπιστώσατο, νηστεία τὸν Ἰσαὰκ ἐδικαίωσε, νηστεία σὺν τῷ Ἰακὼβ ἐξενίτευσε, νηστεία τὸν Ἰωσὴφ ἐσέμνυνε, νηστεία τὸν Μελχισεδὲχ ὕψωσε, νηστεία τὸν Λὼτ ἐκ Σοδόμων ἥρπασε, νηστεία σὺν τῷ Ἰὼβ ἤθλησε, νηστεία προφήτας ἐσό 60.718 φισε, νηστεία βασιλεῖς