1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

τοὺς αὐτοῦ κατέχεις λόγους φάσκοντος· «Ὡς ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ἐργάσεται; Οὐ συμπαρῆς αὐτῷ ὅτε τοὺς ἤδη [φ. 164 ρο] νενεκρωμένους προστάγματι παρεσκεύαζεν ἅλλεσθαι; ὅτε τοῖς ἐστερημένοις φωτὸς τὴν ὀπτικὴν παρεῖχεν ἐνέργειαν; ὅτε τοῦ μνήματος ἐξανίστατο καὶ τοὺς φρουροῦντας νεκροὺς ἀπεδείκνυεν, καὶ τὰς σφραγῖδας ἀλυμάντους ἐφύλαττεν; ὅτε σοι τὴν δύναμιν τῶν σημείων διὰ τῆς τοῦ Πνεύματος ἐπιδημίας κεχάριστο; ὅτε τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλόν; ὅτε τὸν Αἰνέαν; ὅτε τὴν Ταβηθᾶ; τὸν μὲν ἀρτίπουν καὶ εὔδρομον ἀπειργάζου; τὸν δὲ τῆς χρονίας ἀπελύτρου ἀρρωστίας; τῆς δὲ τὴν ψυχὴν ἀποπτᾶσαν ἐπανήγαγες; Τοσούτων καὶ τηλικούτων θαυμάτων γενόμενος ἐν μετοχῇ, καὶ τὰ μὲν ἰδὼν, τὰ δὲ δράσας αὐτός, καὶ πεῖραν πολλὴν τῆς τοῦ θεοῦ δυνάμεως εἰληφὼς, νῦν οἶδας ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐῤῥύσατό σε ἐκ χειρὸς Ἡρώδου; Εἰ μὴ τοῖς προγεγενημένοις θαύμασιν ἐπιστώθης, πῶς τῷ ἑνὶ πιστωθήσῃ; Εἰ μὴ τὸ τούτων πλῆθος βεβαίωσίν σοι παρέσχε τῆς ἀληθείας, πῶς τὸ μοναδικὸν καταπραύνει σου τὸν λογισμὸν κυμαινόμενον; Ναὶ, φησὶν, οὐ γὰρ τοιαῦτα τὰ τῆς θείας δυνάμεως, ὥςτε ῥᾳδίως καταλαμβάνεσθαι καὶ πρὸς πίστιν εὐκόλως ἐνάγεσθαι. Τοῦτο γὰρ οὐ μόνον οὐκ αὔξει [φ. 164 ῃο] τὰ θαύματα, ἀλλὰ καὶ μειοῖ ταῦτα καὶ ἐλαττοῖ καὶ τοὺς τούτων χαρακτῆρας ἐκ τῆς ψυχῆς ἀπαλείφει· τὸ δὲ μετὰ βασάνου καὶ λογισμῶν ἀμφιβόλων πολλάκις δοκιμασθέν, καὶ πλέον τοῦ ἀληθοῦς τὸ φαντασιῶδες ἐμποιῆσαι, ὡς τοῦ ἀβεβαίου καὶ ἀσθενοῦς τῆς ψυχῆς καὶ πρὸς αὐτὰ τὰ ὑπὲρ αἴσθησιν φρικτὰ δυσπαράδεκτον ποιοῦντος τὸ ἐνεργούμενον· οἶδε μετὰ τὸν πολὺν καὶ ποικίλον ἐκεῖνον σάλον τῶν λογισμῶν, περὶ τὸ τέλος αὐτὸ τὸ πιστὸν καὶ ἀληθὲς, ταῖς ψυχαῖς ἐνιέναι καὶ ἐμβαθύνειν, καὶ παγίαν καὶ ἰσχυρὰν χαρίζεσθαι μονιμότητα.

24 Ἐντεῦθεν τῇ τῶν συνηθροισμένων οἰκίᾳ πιστῶν προσελθὼν καὶ τὴν πύλην πατάξας, ἀνεγνωρίζετο μὲν παρὰ τῆς παιδίσκης καὶ τοῖς ἔνδον κατεμηνύετο, ἠπιστεῖτο δὲ, τὴν τούτου δὲ παρουσίαν εὐαγγελιζομένης, ὡς καὶ μανίαν ἐγκληθῆναι καὶ οὐκ αὐτὸν, ἀλλὰ τὸν τούτου παρεῖναι ἄγγελον αὐτοὺς οἴεσθαι.

25 Ὡς δὲ τῆς πύλης διανοιγείσης εἰσῄει πρὸς τὸ ἐνδότερον, ἔκστασίς τε αὐτοὺς κατεῖχε καὶ θάμβος, τὸ τῆς ἀπολυτρώσεως ὁρῶντας ἀνέλπιστον, καὶ ὃς αὐτίκα διηγεῖτο τὴν ὑπὸ Ἡρώδου κατάσχεσιν, τὴν ἐν φυλακῇ κάθειρξιν, τὴν διὰ σιδηρῶν ἁλύσεων δέσμησιν, τὴν ἀγγελικὴν ἐπιφάνειαν [φ. 165 ρο], καὶ ὅπως διὰ τῆς ἐκείνου ὀπτασίας, αἱ μὲν ἁλύσεις τῶν χειρῶν ἐξέπιπτον, αὐτὸς δὲ αὐτῷ ἀκολουθῶν, καὶ τῶν φρουρούντων παρῆλθε τὰς φυλακὰς καὶ τὴν πύλην αὐτομάτην διανοιχθεῖσαι διεληλύθει. 26 Πρὸς οἷσπερ ἐκδειματωθέντες καὶ τῷ παραδόξῳ τοῦ διηγήματος καταπλαγέντες ἐφ' ἑαυτῶν μένειν οὐκ ἐδύναντο, τῆς χαρᾶς συγκραθείσης τῷ θαύματι καὶ ὑπὸ δύο τούτων παθῶν πολιορκουμένων. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ οὔτε ὑπὸ τῆς ἄγαν εὐθυμίας ἐκλύεσθαι παρασκευάζοντος τὸν ἀκροατὴν, οὔτε ὑπὸ τοῦ θαύματος ἐκπίπτειν πρὸς τὸ λίαν θαμβητικὸν καὶ ἐξεστηκός· ἀλλὰ διὰ μὲν τῆς ἀνίστησι τὴν ψυχὴν καὶ πρὸς τὸ εὐφρόσυνον μετατίθησι· διὰ δὲ τῶν συστέλλων ἐπέχει καὶ τῆς τοῦ πρόσω ἀναχαιτίζει ὁρμῆς καὶ δι' ἀμφοῖν ἐν τῷ καθεστῶτι συντηρεῖ τὸν ἀκούοντα.

27 Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ ἀφιλότιμον, καὶ τὴν ἐνοῦσαν αὐτῷ μετριοφροσύνην πρὸς τὰ παράδοξα. Οὐ γὰρ ἐσάλπισεν τὰ τοῦ θαύματος, ὅπερ ἂν ἄλλος ἴσως πέπονθέ τις· οὐχ ὥσπερ ἐκπομπεύων τοῖς κατορθώμασιν ἐπὶ τῶν δωμάτων ταῦτα ἐκήρυξεν, οὐκ ἐκ περιχαρείας τῇ ἐκκλησίᾳ τὰ περὶ αὐτοῦ ἐθριάμβευσεν, οὐ προσηλύτοις, οὐ γνωρίμοις αὐτὰ προσανέθετο, ἀλλὰ κατασείσας τῇ χειρὶ τοὺς ἐν τῇ ἐκκλησίᾳ [φ. 165 ῃο] τούτοις μόνοις ἡσυχῆ προσανήγγειλεν, μεθ' ὧν καὶ Ἰακώβῳ καὶ τοῖς σὺν αὐτῷ.