1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

ἁλύσεις ἐκεῖναι αἱ πάνσεπτοι, αἱ πάντιμοι, αἱ τὸ ἀποστολικὸν ἐκεῖνο καὶ μακάριον συνδεσμήσασαι σῶμα, αἱ τὰς θαυματουργοὺς αὐτοῦ περισφίγξασαι χεῖρας, αἱ τῆς θείας χάριτος ἐξ αὐτοῦ ἐμπλησθεῖσαι, αἱ τὰ θαύματα ποταμηδὸν ἀναβλύζουσαι, αἱ τοὺς κάμνοντας τῶν νόσων ἀπολυτρούμεναι αἱ τοὺς πιστῶς προσπτυσσομένους καθαγιάζουσαι, αἱ τῶν ψυχῶν τὰς ῥυτίδας μυστικῶς ἐκκαθαίρουσαι, αἱ τῶν σαρκῶν τὰς νοσώδεις ἐπιρροίας ἀναστέλλουσαι, αἱ τῷ ἀερίῳ ὕψει συμπαρεκτεινόμεναι μέχρις αὐτῶν οὐρανῶν φθάνουσαι, καὶ ὡς ἀπό τινος ἀγκύρας τοῦ δεσποτικοῦ καὶ θείου θρόνου ἀποτεινόμεναι. Ταύτας ἔφριξε μὲν ὁ τῶν ἀποστατικῶν [φ. 169 ρο] δυνάμεων ἄρχων καὶ εἰς ἔτι καὶ νῦν δέδοικε καὶ συνδέει πολλῷ ὑποχωρεῖ καὶ συστέλλεται. Ταύτας καὶ ἡ τῶν ἀερίων πληθὺς δεδοικυῖα καὶ τρέμουσα ταῖς ἐξ αὐτῶν θαυματουργοῖς βολίσι βαλλομένη, μακρὰν ἀπελήλαται· οὐ γὰρ φέρει τὴν ἐν αὐταῖς ἐπισκιάζουσαν χάριν τοῦ Πνεύματος, οὐδ' ὑποστέγει τοὺς ἐν αὐταῖς τοῦ θείου πυρὸς ἀναπτομένους σπινθῆρας, ἀλλ' ὑπ' αὐτῶν πυρπολουμένη κατατεφροῦται καὶ καταφλέγεται.

38 Ταύτας ἐχάλκευσε μὲν ὁ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος Λόγος εἰς ἆθλον τῆς ἐκείνου θεολόγου ὁμολογίας· ἐξεπύρωσε δὲ ὁ τῷ Ἡσαίᾳ προφανεὶς θεοπτικώτατος ἄνθραξ. Τὸ δὲ Παράκλητον Πνεῦμα τῇ παρ' αὐτοῦ ἐμπνεύσει τὸ ἐκ τοῦ ἄνθρακος ἀναφυσῆσαι πῦρ πρὸς ἐργασίαν ἐναπετέλεσεν. ∆ιά τοι τοῦτο κἂν σιδηρᾶς οὐσίας τυγχάνωσι, θεϊκῆς πεπλήρωνται χάριτος καὶ δυνάμεως. Ὑπὸ τούτων τὰ τῶν δαιμονίων πονηρὰ δεσμούμενα πνεύματα θανατοῦται καὶ ἀποπνίγεται. Ὑπὸ τούτων ὁ τοῦ κόσμου ἄρχων συρόμενος, ὡς αἰχμάλωτος ὑπὸ πιστῶν ἀνδρῶν καταπαίζεται. Ὑπὸ τούτων οἱ τοῖς τῶν πταισμάτων βρόχοις γεγονότες κάτοχοι λέλυνταί τε καὶ ἠλευθέρωνται, καὶ οἱ τοῖς τοῦ θανάτου ἄρκυσι περιεσχημένοι πρὸς ζωὴν μεταβαίνουσιν. [φ. 169 ῃο] Αὗται τὰ τῆς Θεοῦ κληρονομίας ὅρια περιζωννῦσαι καὶ περιφράττουσαι, ἀνάλωτα τοῖς ἐχθροῖς ἀπεργάζονται. Αὗται τὰς τῶν χριστωνύμων στεφανοῦσαι κορυφὰς ἀπημάντους τῆς τῶν ἀοράτων συντηροῦσιν ἐπιβουλῆς. Εἰ γὰρ καὶ παρὰ τῶν κακούντων εἰς κολαστηρίου εἶδος τῷ ἀποστόλῳ γεγόνασιν, ἀλλ' εἰς ἀποτροπὴν τῶν κακούργων βουλομένων ἐδείκνυτο, οὐ μᾶλλον κολάζουσαι, ἢ φρουροῦσαι καὶ περιτειχίζουσαι τὸ ἀποστολικὸν ἐκεῖνο καὶ τίμιον σῶμα. Ταύταις ἐκαλλωπίζετο ὁ ἀπόστολος. Ταύταις ἐγάνυτο καὶ κατετέρπετο καὶ ὡς βασίλειον κόσμον περιφέρων ἠγάλλετο. Ταύτας καὶ κολάσεως αἰτίας ἐγίνωσκε καὶ στεφάνων προ ξένους ὑπελάμβανε. Ταύτας καὶ νῦν ἡ τοῦ Θεοῦ πανάμωμος καὶ πανακήρατος νύμφη Ἐκκλησία ὥσπερ τινὰς μαργαρώδεις ὁρμίσκους καὶ χρυσηλάτους κόσμους περικειμένη, καὶ οἷόν τινι στεφάνῳ ἐξ ἀκηράτων ἀνθέων διαπλακέντι σεμνυνομένη, ἐκ δεξιῶν τοῦ νοητοῦ Νυμφίου παρίσταται.

39 Ταύτας καὶ ἡμεῖς ὁ Χριστοῦ λαὸς περιούσιος κατασμαζόμεθα σήμερον. Ταύτας εὐλαβῶς προσκυνοῦμέν τε καὶ σεβόμεθα καὶ ὡς ψυχῶν ἀνάπλασιν λογιζόμεθα. Ταύταις πᾶσαν αἴσθησιν καὶ πᾶν μέλος προσπελάζοντες [φ. 170 ρο] τοῦ ἐκεῖθεν ἁγιασμοῦ ἐμπιπλάμεθα, καὶ νοητῶς τὴν τοῦ Πνεύματος χάριν ἐν ταῖς ψυχαῖς εἰσδεχόμεθα. Ἔδει γὰρ, ἔδει μὴ μόνον τῶν ἀποσπολικῶν χειρῶν τὰς ἁλύσεις ὑπερτιμᾶν καὶ γεραίρειν, ἀλλὰ καὶ καθ' ἓν τῶν αὐτοῦ μελῶν τὰ προσπελάσαντα δικαστήρια περιπτύσσεσθαί τε καὶ κατασπάζεσθαι καὶ καθ' ἕκαστον αὐτῶν ἑορτὴν συγκροτεῖν καὶ πανήγυριν.

40 Ἔπρεπε δ' αὖ πάλιν καὶ τῇ περὶ ἡμᾶς αὐτοῦ προνοίᾳ καὶ φιλανθρώπῳ σχέσει δι' οὓς κεκοπίακε, δι' οὓς καθ' ἑκάστην ἤθλει καὶ ἠγωνίζετο, δι' οὓς καὶ τὰς τῶν ἁλύσεων βαρύτητας περιέκειτο, καὶ τὸν διὰ σταυροῦ θάνατον ἡδέως καθυπεδέξατο, ἑαυτὸν τοῖς δι' αὐτοῦ πιστεύσασι τῷ Χριστῷ διανεῖμαι καὶ συμμετρήσασθαι, καὶ Ῥώμῃ μὲν τῇ παλαιᾷ τὴν τοῦ πανσέπτου σώματος δωρήσασθαι κατάθεσιν καὶ ταφὴν, τῇ δὲ βασιλευούσῃ καὶ νέᾳ τὰ τῶν παθῶν αὐτοῦ σύμβολά τε