1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

6

διὰ τὸν Σωτάτην. καὶ ὅμως διὰ τὸ εἶναι αὐτὸν ἀτυχῆ, οὐδὲν αὐτὸν ὠφέλησεν ἡ τῶν φρενῶν πληθύς. Καὶ ἡ μὲν ἱστορία αὕτη, ἡ δὲ σύνταξις οὕτως θέλειΚαὶ τῆς ∆ιογένους στωμυλίας, ὑφ' ἧς τοὺς ξένους ὑπεξίστησιν, ἵνα ᾖ ὅτι ὁ ∆ιογένης διὰ τῆς στωμυλίας ἐποίει ἀποχωρεῖν τοὺς τὴν σκιὰν αὐτῷ ἐμποιοῦντας (τοῖς τυράννοις δὲ λέγει ἀντὶ τοῦ, τοῖς λόγοις τοῖς τυραννικοῖς, ποιῶν ἀναχωρεῖν τοὺς ἐντυγχάνοντας). ἢ οὖν μιᾶς οὔσης τῆς κατὰ τὴν στωμυλίαν καὶ τὸν πίθον, ἡ σύνταξις συνδέδεται, ἤ, δύο οὐσῶν τῶν ἱστοριῶν, συντάξαι δεῖ τὴν ∆ιογένους στωμυλίαν μετὰ τοῦ ὑφ' ἧς. ὅτι δὲ τυράννους καλοῦσι τοὺς λόγους τοὺς θρασεῖς καὶ αὐτὸς ὁ θεῖος ἀνὴρ Γρηγόριος εἶπεν, ὡς ἐκ τῆς τραγῳδίας. μάλιστα γὰρ οἱ τραγικοὶ τῇ τοιαύτῃ κέχρηνται τροπῇ. Τὸ δέ, τοὺς εὐτελεῖς ἄρτους τοῖς σησαμοῦσιν ἐστὶν αὐτῷ παρῴδησις. ἔστι μὲν τοιοῦτό τι παρὰ τραγικοῖς, μᾶλλον δὲ παρὰ κωμικοῖς λεγόμενον, ὅτι διὰ τῶν ἡδυτέρων ἄρτων τοὺς εὐτελεῖς ἀποφαυλίζουσιν ἄρτους. καταπαίζει οὖν ὁ θεῖος Γρηγόριος τῇ παρῳδήσει χρώμενος, ὅτι, φησί, διὰ τῆς στωμυλίας τῆς ἡδυνούσης ἐν τῷ φθέγγεσθαι ἀπεφαύλιζε τοὺς παρατυγχάνοντας, διελέγχων αὐτούς. Κατὰ δὲ τὴν ἐμὴν κρίσιν, μίαν ἥγημαι τὴν κατὰ τὴν στωμυλίαν καὶ τὸν πίθον ἱστορίαν. 4.27 Εἰκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἐπίκουρον. Ἐπίκουρος φιλόσοφος γέγονεν ὅστις μὴ προνοεῖσθαι τὸν Θεὸν τῶν τῇδε πραγμάτων ἐδόξασεν. οὗτος δὲ τέλος παντὸς ἀγαθοῦ ἐτίθετο τὴν ἡδονήν. καὶ οἱ μὲν νῦν ἐξηγηταὶ τῶν φιλοσόφων λέγουσι τέλος αὐτὸν τίθεσθαι τὴν ἡδονήν, οὐ τὴν ἀκάθαρτον ἀλλὰ τὴν φυσικωτάτην κατάστασιν. καὶ τοῦτον δὲ οἱ φιλόσοφοι ἀποσκορακίζουσι καὶ ὡς μὴ λέγοντα Πρόνοιαν, καὶ ὅτι τέλος τίθεται τὴν ἡδονὴν καὶ οὐ τὸ ἀγαθόν, τὸ πρώτιστον καὶ μόνον. τοῦτο δέ ἐστιν ὁ Θεός. 4.28 Εἰκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Κράτητα. ἔστι δὲ αὕτη. Κράτης Θηβαῖος ἦν τῆς Βοιωτίας τὸ γένος. οὗτος φιλοσοφῆσαι θέλων τὴν Κυνικὴν φιλοσοφίαν, λαβὼν τὰ ὑπάρχοντα αὐτοῦ, ἔρριψε τῷ δήμῳ, κηρύξας οὕτω· Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ τὰ Κράτητος κρατήσῃ τὸν Κράτητα. καὶ τὰ χωρία αὐτοῦ εἴασε γενέσθαι μηλόβοτα. 4.29 Εἰκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν εἰπόντα περὶ τοῦ τριβωνίου. ἔστι δὲ αὕτη. Κυνικὸς πάλιν φιλόσοφος, ἢ Ἀντισθένης ἢ Ζήνων (διφορεῖται γάρ), οὗτος πλέων, καὶ χειμῶνος συμβάντος, καὶ ναυαγίου γενομένου, εὐχαρίστως φέρων τὴν ἐσομένην αὐτῷ πενίαν, πρὸς τὴν Τύχην ἐφθέγξατο· Εὖγε, ὦ Τύχη, χάριν σοι ὁμολογῶ, ὅτι τὴν ἐμὴν οὐσίαν ἄχρι τοῦ τριβωνίου περιέστησας. ὡς δῆλον ὅτι τινῶν τῶν ἐκ τῆς οὐσίας αὐτοῦ ἐμπεφορτισμένων τῇ νηΐ. 4.30 Τριακοστή ἐστιν ἱστορία ἡ κατὰ τὸν Ἀντισθένην. ἔστι δὲ αὕτη πρόδηλος ἐξ αὐτοῦ τοῦ κειμένου. Οὗτος γὰρ ὁ Ἀντισθένης Κυνικὸς ἦν φιλόσοφος ὅς, τυφθεὶς καὶ πληγεὶς τὸ πρόσωπον, λαβὼν χαρτίον καὶ ἐγγράψας εἰς τὸ χαρτίον τὸν τύψαντα, ἐκόλλησεν εἰς τὸ μέτωπον ἑαυτοῦ καὶ οὕτω περιεπάτει. 4.31 Τριακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ φιλοσόφου τοῦ πανημερίου στάντος ἐν τῷ ἡλίῳ. ἔστι δὲ αὕτη. Πολεμουμένης τῆς Ῥώμης ὑπὸ βαρβάρων ἐπὶ τοῦ βασίλεως, ὁ φιλόσοφος στὰς ὅλην τὴν ἡμέραν ὑπὸ τὸν ἥλιον προσηύξατο. καὶ ἔπεσε πῦρ ἐκ τοῦ οὐράνου καὶ κατέφλεξε τοὺς βαρβάρους καὶ αὐτὸν τὸν φιλόσοφον. 4.32 Τριακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τὴν Ποτίδαιαν. Ποτίδαια πόλις ἐστὶν ἐν τῇ Θρᾴκῃ κειμένη. ἐν ταύτῃ τῇ Ποτιδαίᾳ φιλόσοφος Ποτιδαιάτης ἔστη ἐν χειμερινῷ καιρῷ παννύχιος εὐχόμενος. καὶ τοσοῦτον μετάρσιος, φησί, γέγονε τὴν ψυχήν, ὥστε μὴ αἰσθάνεσθαι τοῦ κρύους τοῦ χειμῶνος. ἔκστασιν δὲ λέγει τὸ ἐκστῆναι ἑαυτοῦ τὸν φιλόσοφον, καί, ὡς εἶπον, μετάρσιον γενέσθαι τὴν ψυχήν. 20στάσιν δὲ ἐνταῦθα καλεῖ οὐ τὸν ἐμφύλιον πόλεμον ἀλλὰ τὸ ἑστάναι αὐτὸν εὐχόμενον. 4.33 Τριακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ Ἀρκαδικὸν ζήτημα. ἔστι δὲ αὕτη. Ὅμηρος ὁ ποιητὴς περὶ τὴν Ἀρκαδίαν γεγονὼς (χώρα δὲ αὕτη τῆς Πελοποννήσου) περιέτυχεν ἁλιεῦσι φθειριζομένοις, καὶ ἠρώτησεν αὐτοὺς οὕτως· Ἄνδρες ἀπ' Ἀρκαδίης, ἁλιήτορες, ἦ ῥ' ἔχομέν τι; ἔστι δὲ ὁ νοῦς τῆς