170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.
51 Ps 42,1 Ἀχώριστος οὗτος ὁ ψαλμὸς τοῦ προτέρου μηδ' ἐπιγραφῇ
διαιρούμενος, τῆς τε αὐτῆς ἐχόμενος δυνάμεως τῆς εἰς θεὸν ἐπανόδου, προστιθεὶς καὶ τὴν ὁδηγίαν τὴν διὰ τοῦ ἐπιλάμψαντος φωτὸς τοῦ λέγοντος Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν με ἐν τῇ σκοτίᾳ μὴ μείνῃ, καὶ ταύτῃ τῇ ἐπιλάμψει παραμυθίαν τῷ λυπουμένῳ παρασκευάζων, ὥσπερ ὁ πρὸ αὐτοῦ τῇ τῶν μελλόντων προσδοκίᾳ τὴν παραμυθίαν τῶν λυπηρῶν ἐποιεῖτο. ἐπεὶ οὖν κατὰ ἔθνος καὶ κατὰ ἄνδρα πολεμεῖται τῶν δικαίων ἡ μερίς, καὶ τῶν κατ' ἀξίαν οὐ δύναται τυχεῖν εἰ μὴ τὸν οὐράνιον λάβοι κριτὴν καὶ προστάτην ὡσπερεὶ δίκης τῆς πρὸς τοὺς ἐναντίους ἐκείνῳ μελούσης τῷ καὶ δικαίως ἅπαντας κρίνοντι. αὐτὸν καὶ ἐπικαλεῖται ἅτε δὴ οὐκ ἐξ ἀκροάσεως δικάζοντα ἀλλ' ἐξ ἐπιστήμης τὸ δίκαιον ἐπιφέροντα. διὰ τοῦτο καὶ ἐξ ἔθνους καὶ ἐξ ἀνδρὸς ἀδίκου τὴν ἀποφυγὴν αἰτεῖται. 52 Ps 42,2a Ὡς οὐχ ἕτερόν τι πρὸς ἰσχὺν ἔχων τοῦτο λέγει καὶ τυγχάνει θεοῦ, οἷόν ἐστι καὶ τὸ Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· εἶτα λέγει καὶ ἐνταῦθα περὶ τῶν ἀντιστατούντων. 53 Ps 42,2 Εἰ παρὰ θεοῦ τὸ κρατεῖν, εἰκότως τὸ μὴ κρατεῖσθαι ἀπωσμὸν εἶναί φησιν ἀπὸ θεοῦ λυπηρότατον ὂν τῷ μόνην ταύτην ἐπικουρίαν προβαλλομένῳ, τὸ δὲ Ἵνα τί οὐχ ὡς ἀναιτίως ἢ μάτην τι ποιοῦντος τοῦ θεοῦ (πρὸς ἀγῶνα γὰρ ἡμέτερον τοῦτο γίνεται) ἀλλ' ὡς πέρας ἔχειν τοῦ ἀγῶνος ὀφείλοντος διὰ τὸν ἔλεον καὶ τοῖς πενθοῦσι παρακλήσεως ὀφειλούσης ἀποδίδοσθαι παρὰ τοῦ τοὺς πενθοῦντας παρακαλοῦντος. τὸν γὰρ θεὸν ὑπεριδεῖν τοὺς δικαίους οὐκ ἔχει λόγον, ὅθεν τὰ παρὰ θεοῦ ζητῶν τὸ Ἵνα τί λέγει οἷον ὅτι Σοὶ πρέπει τὸ ἀντιλαβέσθαι τῶν σῶν καὶ μὴ τοῖς ἐναντίοις ἐπιτρέπειν ἡδονήν· Ἵνα τί οὖν τὸ σὸν οὐκ ἐπιτελεῖται, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεονάζει, ὥσπερ λέγεται καὶ τὸ Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; εἰ γὰρ καὶ ἐπί τινα χρόνον ἡ κάκωσις ἀναγκαία, ἀλλ' οὐκ εἰς ἅπαν, καὶ εἰ τὸ καθ' ἡμᾶς αὐτοὺς εὐλόγως κακούμεθα, ἀλλὰ τό γε κατ' ἔλεον θεοῦ βοηθείας τυγχάνειν ὀφείλομεν, ὥστε τὴν παιδείαν τοῖς δι' αὐτὴν γεγυμνασμένοις καρπὸν εἰρηνικὸν ἀποδοῦναι τὸν διὰ φιλανθρωπίας θεοῦ. Ἐπὶ δὲ τοῦ κυρίου παντελῶς τὸ Ἵνα τί ἐγκατέλιπές με λέγεται, ὅταν καὶ τὸ κατ' αὐτὸν οὐκ ἄξιον ἐγκαταλείψεως· διὸ καὶ ταχεῖα ἡ τῆς οὐρανίου βοηθείας ἐπιφάνεια περὶ τῷ πάσχοντι σώματι δι' ἐκεῖνο περὶ ἡμᾶς. 54 Ps 42,4c Τὴν φαιδρότητα δέδειχε τῇ τῆς κιθάρας προσθήκῃ καὶ τὴν ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ. 55 Ps 42,5 Αὕτη τῆς παραμυθίας ἡ ὑπόμνησις. εἰ γὰρ καὶ τοῖς παροῦσιν ἀχθόμεθα, φησίν, ἀλλ' ἐπὶ τοῖς μέλλουσιν εὐχαριστήσωμεν, καὶ ἤδη τῇ προσδοκίᾳ τὸ λυπηρὸν ἀφιστάσθω προσδοκώντων ἡμῶν τὸν θεὸν σωτηρίαν τοῦ πρὸς αὐτὸν ἀφορῶντος ἀνθρώπου. 56 Ps 43,5 Σέ, φησίν, ἔχομεν βασιλέα τὸν θεὸν τὸν προνοοῦντα τῆς σωτηρίας τοῦ ἡμετέρου λαοῦ, καὶ ἴσμεν ὅτι μέλλει σοι ταύτης, καὶ τῇ σῇ βουλήσει θαρροῦμεν.
57 Ps 43,6 Σέ, φησίν, ὡσεὶ κέρας ἔχομεν εἰς τὸ ἀμύνεσθαι πάντας ἐχθρούς, καὶ
τὸ σὸν ὄνομα τὸ ἐφ' ἡμῖν δώσει πάτημα τοὺς ἐπανισταμένους καὶ κρατεῖν ἡμῶν ἐλπίζοντας. 58 Ps 43,7 Οὐ γὰρ παρασκευάζομαι, φησίν, τόξῳ καὶ δόρατι. διὰ τοῦτο τοῖς ὅπλοις οὐ θαρσῶ, ἐπεὶ μηδὲ τοῖς πατράσι ταῦτα ἤρκεσε μηδὲ κατὰ τὴν τούτων ἰσχὺν τὸ κατόρθωμα πεπεραίωται ἀλλὰ πάσης ἐπέκεινα παρασκευῆς ἀνθρωπίνης τὸ ἔργον. 59 Ps 43,8 Τὰ πρότερά φησι διδάγματα πρὸς τὰ ὕστερον συμβαίνοντα. δεδιδάγμεθα δὲ ὡς ὑπὸ σοῦ γέγονεν ἡμῖν ἡ ἐκ τῶν ἐναντίων ἀεὶ σωτηρία, καὶ τὴν ἐκείνων δύναμιν εἰς αἰσχύνην μεταπεπτωκυῖαν εἴδομεν. 60 Ps 43,9 ∆ιὰ τοῦτο, φησίν,
7