1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

7

προκατέλυσεν, ἀλλὰ πάντες ταύτην αὐτὴν πορευ σόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. Μόνον γένοιτο ἡμᾶς δι' ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆ ναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως τύχωμεν.

6.τ ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΝΕΚΤΑΡΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

6.1 Ἔμελλον ἀποσιωπᾶν πρὸς τὴν κοσμιότητά σου, λογι ζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώ τατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλη σιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιω δυνίᾳ προσφερόμενος. Ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. Οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα, καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. Ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. Ὦ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑπο βάλλει; 6.2 Ἀλλ' οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσα πόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλ' εὐχαρισ τοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομέ νους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώ ποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ, ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκεί μενοι. Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχα ρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοι κεῖς, καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμε νεῖ. Οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. Ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. Μὴ καθ' ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παρα μυθίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις ἐστὲ παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφοράν, τῷ πάθει ἑαυτὴν ἀνα λίσκουσα. Ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παρά κλησιν, ἀλλ' εὐχῆς ἡγοῦμαι