Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν· ἡ δὲ ἀγέννητος φωνὴ, οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα. ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ' ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον. ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν 75.32 κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ' ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξεται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστροφήν· εἰ γὰρ τὸ ἀγένητον οὐσία, καὶ ἡ οὐσία ἀγένητον· ἀλλ' οὐκ ἀντιστρέφει. Οὐ γὰρ πᾶσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος· μόνῳ δὲ Θεῷ κατ' ἐξαίρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον· ἀλλ' ὅτι μὴ γεγένηται μόνον σημαίνει.
ΛΟΓΟΣ Γʹ.
Ἀπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι
τὸν Θεὸν, σημαντι κόν. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐσίαν, ἀλλ' οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων, ἀλλ' ἢ μόνον οὐσίαν; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συνωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐσιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ' αὐταῖς. Εἰ δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον· ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ ἀγένητον, ἀλλ' οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία· 75.33 εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαίνει, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ' οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ' οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς· ἵν' οἰκείως αἱ φωναὶ κατ' αὐτῆς