7
μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως εἰλήφαμεν, ὅ ἐστιν ἡ υἱοθεσία διὰ τῆς τοῦ σώματος ἀπολυτρώσεως. Rom 8,29-30 Οὐδὲ ἐν τούτοις τὸ αὐτεξούσιον ὁ λόγος ἀναιρεῖ· πρῶτον γὰρ ἔφη προγινώσκειν τὸν θεὸν εἶτα προορίζειν. ἡ δὲ πρόγνωσις δῆλον ὡς οὐκ ἔστιν ἀναγκαστικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ προθέσεως. σαφέστερον δὲ ἂν εἴη τὸ ῥηθὲν εἰ τῶν εἰρημένων ἐνταῦθα ἀπὸ τῶν τελευταίων ἀρξάμενοι ἐπὶ τὰ πρῶτα ἀνίοιμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ θεός; οὓς ἐδικαίωσεν. τίνας δὲ προώρισεν; οὓς προέγνω, τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, τοῦτ' ἔστι τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν ἀξίους ὄντας κληθῆναι καὶ συμμορφωθῆναι Χριστῷ. 96 Rom 8,31-32 ∆είξας διὰ τῶν πράξεων ὅτι συνεργεῖ πάντα ἡμῖν εἰς ἀγαθὸν διὰ τὴν τοῦ θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε κατὰ πρόθεσιν κλητούς, τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ θεοῦ ἐπάγει, ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· τί γάρ, εἰ καὶ μὴ θάνατος κατεκυρίευσε τοῦ σωτῆρος, ἐπεὶ καὶ ἐπ' αὐτῷ κυρίῳ τὸ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτήν; ἀλλ' ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσιν, τήν τε ἰδίαν καὶ τὴν τοῦ πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ ἡμῶν θεοῦ οἰκονομοῦντος, τίς ἐμποδήσει; τίς οὕτως ἰσχυρός, ὥστε τὰς εἰς ἡμᾶς τοῦ θεοῦ δωρεὰς διακωλύσαι; εἰκότως γὰρ ὁ τοῦ υἱοῦ δι' ἡμᾶς μὴ φεισάμενος καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει καὶ τῶν ἀγαθῶν προσθήσει τὴν χάριν.
Rom 9,1-5 Ἀναγκαίως τῷ παρέποντι ὅρκῳ πιστοῦται τὸν λόγον· προειπὼν
γὰρ ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνον τῆς συγγενείας αὐτοῦ ἡττᾶται. φησὶν οὖν ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἂν καὶ σῶμα καὶ ψυχὴν προήκατο, ἵνα ὧν ἐκπεπτώκασιν, τὰ αὐτὰ πάλιν ἀνακαλέσωνται, πιστεύσαντες εἰς Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν ἐφ' οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγελίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες, καὶ τὸ μέγιστον· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. ἐξ αὐτῶν, φησίν, ὁ Χριστός· θεὸς δὲ οὐ μόνον αὐτῶν, ἀλλὰ κοινῇ ἐπὶ πάντων ἐστὶ θεός. τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι, ἀλλ' ἵνα ταῦτα ἀνακτήσωνται, φησίν, ἡδέως ἂν ἀνάθεμα ὑπὲρ αὐτῶν ἐγενόμην ἀπὸ τοῦ Χριστοῦ. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ, ἐπεὶ τὸ ἀνατεθὲν τοῦ ἀνατιθέντος ἀλλότριον. ἀναγκαίως δὲ ὅσην ἔχει περὶ αὐτοὺς διάθεσιν δείκνυσιν, ἵνα μή τις τοὺς κατ' αὐτῶν ἐλέγχους πρὸς ἀπέχθειαν λέγεσθαι ὑπολάβοι. Rom 9,6-9 Ἐπειδὴ τὰ τοῖς Ἰσραηλίταις ἐπηγγελμένα ἐνέφηνεν ὡς εἰς τὰ ἔθνη μετετέθη, ὅπερ ἦν κατηγορία θεοῦ ὡς διαψευδομένου τὰς ἐπαγγελίας, συνιστῶν τὸ ἀψευδὲς τοῦ θεοῦ δείκνυσιν, ὡς οὐ τοὺς κατὰ σάρκα 97 Ἰσραηλίτας ἐδήλου ἡ γραφή, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας ὅτι ἄξιοί εἰσιν Ἰσραηλῖται προσαγορεύεσθαι καὶ τοῦ Ἀβραὰμ τέκνα· ἐν Ἰσαὰκ γάρ, φησί, κληθήσεταί σοι σπέρμα καὶ τὰ ἐξῆς. ἐν Ἰσαὰκ ἀντὶ τοῦ διὰ Ἰσαάκ, ὅπερ ἑρμηνεύων λέγει· τοῦτ' ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. βούλεται δὲ εἰπεῖν ὅτι οὐχ οἱ ἐκ σαρκὸς τοῦ Ἀβραάμ, οὗτοι τέκνα τοῦ θεοῦ, ἀλλὰ τέκνα οἱ ἐξ ἐπαγγελίας, οἷον εὐσεβεῖς καὶ δίκαιοι, οὓς κατὰ πρόγνωσιν ἐπηγγείλατο ὁ θεὸς υἱοὺς τῷ Ἀβραάμ, ἐπεὶ ὁ Ἰσαὰκ ἐξ ἐπαγγελίας γεγονὼς δίκαιος ὤφθη· δίκαιον γὰρ αὐτὸν προειδὼς καὶ ἐπηγγείλατο· οὐ γὰρ ἂν ἀσεβῆ υἱὸν ὁ θεὸς χαρίζεσθαι καθυπέσχετο. οὕτως οὖν καὶ πατέρα ἐθνῶν ἔσεσθαι τὸν Ἀβραὰμ ἐπηγγείλατο, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν. διὸ ἔφη· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τοῦτ' ἔστι δι' ἐπαγγελίας κατὰ τὸν τοῦ Ἰσαὰκ τύπον, ὃς ἦν δίκαιος καὶ τύπος δικαίων. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου, ὅτι κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ θεοῦ, ἡ δὲ ἐπαγγελία κατὰ δικαιοκρισίαν, καὶ ὡς ἐπὶ τοῦ Ἰσαάκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν. Rom 9,11 98 Ἰδίωμά ἐστι γραφικὸν ἐκ τῆς Ἑβραΐδος