7
ἐσφραγισμένης τίς ὠφέλεια ἐν ἀμφοτέροις; οὕτω καὶ ἡ παρ' ὑμῶν ἀπεσταλμένη ἡμῖν τῶν βιβλίων ὑπόθεσις. Ἡμῶν γὰρ μὴ δυναμένων ἀναγνῶναι τὰ παρ' ὑμῶν ἡμῖν ἀπεσταλμένα εἰς οὐδὲν ὄφελος γενήσεται ἡμῖν τὸ τοιοῦτον. Ἀλλὰ καταξιώσατε ἑρμηνευτὰς ἡμῖν ἀποστεῖλαι τοὺς ἀπὸ νέας ὑμῖν ἡλικίας ἀκριβῶς τήν τε τῶν Ἑβραίων καὶ τῶν Ἑλλήνων πεπαιδευμένους γλῶσσαν. Τότε τοὺς προγεγραμμένους ἑβδομήκοντα δύο ἑρμηνευτὰς ἐκλεξάμενοι οἱ τῶν Ἑβραίων διδάσκαλοι ἀποστέλλουσι κατὰ τὸν τύπον, ὅν ποτε ἐποίησε Μωυσῆς, ἡνίκα ἀνῆλθεν εἰς τὸ ὄρος διὰ προστάγματος Κυρίου, ἀκούσας ὅτι «παράλαβε μετὰ σεαυτοῦ ἄνδρας ἑβδομήκοντα καὶ ἀνάβηθι εἰς τὸ ὄρος». Αὐτὸς δὲ διὰ τὴν πρὸς τὰς φυλὰς εἰρήνην, ἵνα μὴ ἐξ ἐνίων λάβῃ πέντε ἄνδρας, ἐξ ἄλλων ἓξ καὶ ποιήσῃ στάσιν ἐν ταῖς φυλαῖς, διενοήθη μᾶλλον ἑβδομήκοντα δύο παραλαβεῖν καὶ τῷ ἀριθμῷ προσθεῖναι. Τῷ αὐτῷ δὴ τρόπῳ, ὡς ἔφην, καὶ τούτους ἀπέστειλαν, οἵτινες ἡρμήνευσαν τὰς βίβλους ἐν τῇ Φαρίᾳ καλουμένῃ νήσῳ, καθάπερ ἄνω προείπομεν, ᾧ τρόπῳ ὑπεδείξαμεν. Καὶ οὕτως αἱ βίβλοι εἰς ἑλληνίδα μετενεχθεῖσαι ἀπετέθησαν ἐν τῇ πρώτῃ βιβλιοθήκῃ τῇ ἐν τῷ Βρουχίῳ οἰκοδομηθείσῃ, ὡς ἤδη ἔφην. Ἐγένετο δὲ αὐτῇ τῇ βιβλιοθήκῃ ἑτέρα, ἡ θυγάτηρ αὐτῆς ὀνομασθεῖσα ἄνω ἐν τῷ Σεραπείῳ. Καὶ παρῆλθεν ὁ χρόνος τῶν δέκα Πτολεμαίων καὶ Κλεοπάτρας ἐτῶν διακοσίων καὶ πεντήκοντα καὶ ἐννέα. Μετὰ δὲ τὸν πρῶτον Πτολεμαῖον τὸν Λάγου τὸν βασιλεύσαντα ἔτη τεσσαράκοντα καὶ μετὰ τὸ ἕβδομον ἔτος τοῦ δευτέρου Πτολεμαίου τοῦ καὶ Φιλαδέλφου ὁ ἀριθμὸς τῶν Πτολεμαίων καὶ τῶν ἐτῶν οὕτως. Πτολεμαῖος Φιλάδελφος ἔτη ληʹ, ἐφ' οὗ ἐν τῷ ζʹ ἔτει αὐτοῦ πλείω ἢ ἐλάσσω οἱ προειρημένοι οβʹ ἑρμηνευταὶ τὰς γραφὰς ἡρμήνευσαν. Μετὰ δὲ τὸν χρόνον τῆς ἑρμηνείας τῶν γραφῶν τὰ ἔτη καὶ οἱ βασιλεῖς οὕτως. Πτολεμαῖος ὁ προειρημένος Φιλάδελφος ἔτη λοιπὰ λαʹ. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ. Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη καʹ. Πτολεμαῖος Ἐπιφανὴς ἔτη κβʹ Πτολεμαῖος Φιλομήτωρ ἔτη λδʹ. Πτολεμαῖος ὁ Φιλόλογος καὶ Εὐεργέτης ἔτη κθʹ. Πτολεμαῖος ὁ Σωτὴρ ἔτη ιεʹ. Πτολεμαῖος ὁ καὶ Ἀλεξᾶς ἔτη ιβʹ. Πτολεμαῖος ὁ τοῦ Ἀλεξᾶ ἀδελφός, ὁ ὑπὸ τῆς μητρὸς ἐξωσθεὶς ἔτη ηʹ. Πτολεμαῖος ὁ ∆ιόνυσος ἔτη λαʹ. Κλεοπάτρα Πτολεμαίου θυγάτηρ ἔτη λβʹ, ἥτις Ἀντωνίῳ συνήφθη τῷ βασιλεῖ τῷ καὶ Ὀκταβίῳ. Ὁμοῦ ἔτη σνθʹ, ὡς ἄνωπρόκειται. Καὶ ἐπαύσαντο αἱ Λαγίδαι βασιλεῖς οἱ ἀπὸ τοῦ Λάγου καταγόμενοι Πτολεμαῖοι, ὑφ' οὗ ἱππικὸν ἐν Ἀλεξανδρείᾳ κατασκευασθὲν μόνῃ Λάγιον ὠνομάσθη. Εἶτα βασιλεῖς Ῥωμαίων. Αὔγουστος ἔτη νϛʹ, μῆνας ϛʹ, οὗτινος ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ σάρκα γεγέννηται. Τιβέριος ἔτη κγʹ, οὗ τῷ ὀκτωκαιδεκάτῳ ἔτει ὁ Χριστὸς ἐσταύρωται. Ἀπὸ δὲ τοῦ σταυροῦ ἕως τῆς καταστροφῆς Ἱεροσολύμων ἔτη οὕτως. Τὰ λοιπὰ Τιβερίου ἔτη εʹ. Γάϊος ἔτη γʹ, μῆνας θʹ, ἡμέρας κθʹ. Κλαύδιος ἔτη ιγʹ, μῆνας δύο παρ' ἡμέρας δύο. Νέρων ἔτη ιγʹ, μῆνας ζʹ, ἡμέρας κζʹ. Γάλβας μῆνας ζʹ, ἡμέρας κϛʹ. Ὄθων μῆνας γʹ, ἡμέρας εʹ. Βιτέλλιος μῆνας ηʹ, ἡμέρας ιβʹ. Οὐεσπασιανὸς ἔτη θʹ, μῆνας ζʹ, ἡμέρας ιβʹ. Τίτος ἔτη δύο, μῆνας δύο, ἡμέρας δύο. Ἐν τούτῳ τῷ χρόνῳ γέγονεν ἡ ἐρήμωσις Ἱεροσολύμων, μετὰ πεντηκοστὸν ἔτος τῆς Χριστοῦ σταυρώσεως παρὰ μῆνας τρεῖς. ∆ομετιανὸς ἔτη ιεʹ, μῆνας εʹ. Νερούας ἔτος αʹ, μῆνας δʹ. Τραϊανὸς ἔτη ιθʹ. Ἀδριανὸς ἔτη καʹ, οὗτινος τῷ δωδεκάτῳ ἔτει Ἀκύλας ἐγνωρίζετο. Ἀπὸ οὖν Αὐγούστου ἕως Ἀδριανοῦ ἔτη ρπʹ, μῆνες δʹ παρὰ ἡμέρας θʹ, ὡς εἶναι ἀπὸ τοῦ χρόνου τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν ἕως Ἀκύλα τοῦ ἑρμηνευτοῦ καὶ δωδεκάτου ἔτους Ἀδριανοῦ ἔτη υλʹ καὶ μῆνας δʹ παρὰ ἡμέρας θʹ. Οὗτος ὁ Ἀδριανὸς λωβηθεὶς τῷ σώματι