κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ' ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, αἰτίας δὲ ἐπὶ τούτοις ἢ προφάσεις οὔτε πεφυκὼς ἐξηγεῖσθαι πολιτικῶς, οὔτε προελόμενος, τὸν πάντα χαρακτῆρα συνέχεε τοῦ βίου, μόλις τοῦτο καταλιπὼν τοῖς ὀξυδορκοῦσι ξυλλαβεῖν, ὅτι τὸν ἄνδρα ἐθαύμαζεν, καὶ διαφερόντως αὐτοῦ τήν τε παρὰ τὰ δεινὰ καρτερίαν καὶ τὸ ἀνέκπληκτον, τήν 5.3.10 τε ἐν τοῖς λόγοις ὀξύτητα καὶ †τομὴν κατεσκευάζετο†. ἐξ Ἀλεξανδρείας δὲ οὗτος ἦν. καὶ τὰ μὲν εἰς Ἀλύπιον ταῦτα. καὶ ἐτελεύτα γε ἐν Ἀλεξανδρείᾳ γηραιός, Ἰάμβλιχός τε ἐπ' αὐτῷ, πολλὰς ῥίζας τε καὶ πηγὰς φιλοσοφίας ἀφείς. ταύτης ὁ ταῦτα γράφων τῆς φορᾶς εὐτύχησεν. ἄλλοι μὲν γὰρ ἀλλαχοῦ τῶν εἰρημένων ὁμιλητῶν διεκρίθησαν εἰς ἅπασαν τὴν Ῥωμαϊκὴν ἐπικράτειαν· Αἰδέσιος δὲ κατέλαβε τὸ Μύσιον Πέργαμον. ΑΙ∆ΕΣΙΟΣ. Ἐκδέχεται δὲ τὴν Ἰαμβλίχου διατριβὴν καὶ ὁμιλίαν ἐς τοὺς ἑταίρους Αἰδέσιος ὁ ἐκ Καππαδοκίας. ἦν δὲ τῶν εὖ γεγονότων εἰς ἄκρον, πλοῦτος δὲ οὐχ ὑπῆν τῷ γένει πολύς, καὶ ὅ γε πατὴρ αὐτὸν ἐκπέμψας ἐπὶ παιδείαν χρηματιστικὴν ἐκ Καππαδοκίας ἐπὶ τὴν Ἑλλάδα, εἶτα ἐκδεχόμενος ὡς θησαυρὸν ἐπὶ τῷ παιδὶ εὑρήσων, ἐπειδή ποτε, ἐπανελθόντος, φιλοσοφοῦντα ᾔσθετο, τῆς οἰκίας ὡς 6.1.2 ἀχρεῖον ἀπήλαυνε. καὶ ἐκδιώκων "τί γάρ" ἔφη "σοφία ὠφελεῖ;" ὁ δὲ ὑποστραφείς "οὐ μικρά, πάτερ," ἔφη, "πατέρα καὶ διώκοντα προσκυνεῖν." καὶ τοῦτο ἀκούσας ὁ πατήρ, 6.1.3 ἀνά τε ἐκαλέσατο τὸν παῖδα, καὶ τὸ ἦθος ἐθαύμασε. καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν ἀνέθηκε φέρων ἐς τὴν ἔτι λειπομένην παιδείαν. καὶ ὁ μὲν τὸν παῖδα προπέμψας εὔθυμος ἦν, καὶ περιέχαιρεν, ὡς θεοῦ γεγονὼς μᾶλλον ἢ ἀνθρώπου πατήρ. 6.1.4 Ὁ δὲ τοὺς ἄλλους ἅπαντας παραδραμών, ὅσοι τῶν τότε ἦσαν εὐκλεέστεροι καὶ ὧν ἐτύγχανεν ἀκηκοώς, καὶ πείρᾳ τὴν σοφίαν συλλεξάμενος, ἐπὶ τὸν ἐρικυδέστατον Ἰάμβλιχον οὐ μακρὰν ὁδὸν ἐκ Καππαδοκίας εἰς Συρίαν συνέτεινε καὶ διήνυεν. ὡς δὲ εἶδέν τε τὸν ἄνδρα καὶ ἤκουσε λέ γοντος, ἐξεκρέματο τῶν λόγων, καὶ τῆς ἀκροάσεως οὐκ ἐνεπίπλατο· ἐς ὃ τελευτῶν Αἰδέσιός* τε ἐγένετο καὶ μικρὸν ἀποδέων Ἰαμβλίχου, πλὴν ὅσα γε εἰς θειασμὸν Ἰαμβλίχου 6.1.5 φέρει. τούτων γὰρ οὐδὲν εἴχομεν ἀναγράφειν, ὅτι τὸ μὲν ἐπέκρυπτεν ἴσως Αἰδέσιος αὐτὸς διὰ τοὺς χρόνους (Κωνσταντῖνος γὰρ ἐβασίλευε, τά τε τῶν ἱερῶν ἐπιφανέστατα καταστρέφων καὶ τὰ τῶν χριστιανῶν ἀνεγείρων οἰκήματα), τὰ δὲ ἴσως καὶ τῶν ὁμιλητῶν ἄριστον πρὸς μυστηριώδη τινὰ σιωπὴν καὶ ἱεροφαντικὴν ἐχεμυθίαν ἐπιρρεπὲς ἦν καὶ συνε6.1.6 κέκλιτο. ὁ γοῦν ταῦτα γράφων ἐκ παιδὸς ἀκροατὴς Χρυσανθίου γενόμενος, μόλις εἰς εἰκοστὸν ἔτος ἠξιοῦτο τῶν ἀληθεστέρων, οὕτω μέγα τι χρῆμα εἰς ἡμᾶς τῆς Ἰαμβλίχου φιλοσοφίας διετάθη καὶ συμπαρέτεινε τῷ χρόνῳ. 6.2.1 Ἰαμβλίχου δὲ καταλιπόντος τὸ ἀνθρώπειον, ἄλλοι μὲν ἀλλαχῆ διεσπάρησαν, καὶ οὐδεὶς ἦν ἔξω φήμης καὶ ἄγνωστος. Σώπατρος δὲ ὁ πάντων δεινότερος, διά τε φύσεως ὕψος καὶ ψυχῆς μέγεθος, οὐκ ἐνεγκὼν τοῖς ἄλλοις ἀνθρώποις ὁμιλεῖν, ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἔδραμεν ὀξύς, ὡς τὴν Κωνσταντίνου πρόφασίν τε καὶ φορὰν τυραννήσων καὶ μετα6.2.2 στήσων τῷ λόγῳ. καὶ ἐς τοσοῦτόν γε ἐξίκετο σοφίας καὶ δυνάμεως, ὡς ὁ μὲν βασιλεὺς ἑαλώκει τε ὑπ' αὐτῷ, καὶ δημοσίᾳ σύνεδρον εἶχεν, εἰς τὸν δεξιὸν καθίζων τόπον, ὃ καὶ ἀκοῦσαι 6.2.3 καὶ ἰδεῖν ἄπιστον. οἱ δὲ παραδυναστεύοντες ῥηγνύμενοι τῷ φθόνῳ πρὸς βασιλείαν ἄρτι φιλοσοφεῖν μεταμανθάνουσαν, τὸν Κερκώπων ἐπετήρουν καιρόν (οὐ τὸν Ἡρακλέα καθεύδοντα μόνον, ἀλλὰ καὶ τὴν ἄλογον ἐγρηγορυῖαν Τύχην) καὶ συλλόγους τε λαθραίους ἐποιοῦντο, καὶ οὐκ ἔστι καθ' ὅ τι 6.2.4 μέρος τῆς κακοδαίμονος