1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

τῷ ἡμετέρῳ κυνὶ, καὶ διδακτέον αὐτὸν, τοὺς λύκους μόνους διαφθείρειν, καὶ μὴ τὰ πρόβατα κατεσθίειν, πᾶσαν ἐνδεικνύμενον πραότητα πρὸς πάντας ἀνθρώπους.

ΚΕΦΑΛ. ΙΕʹ. Μόνος τῶν λογισμῶν ὁ τῆς κενοδοξίας ἐστὶ πολύυλος, καὶ ὅλην

σχεδὸν περιλαμβάνων τὴν οἰκουμένην, καὶ πᾶσι τοῖς δαίμοσιν ὑπανοίγων τὰς θύρας, ὥσπερ 79.1217 τις προδότης πονηρὸς ἀγαθῆς γενόμενος πόλεως. ∆ιὸ καὶ πάνυ ταπεινοῖ τοῦ ἀναχωροῦντος τὸν νοῦν, πολλῶν λόγων αὐτὸν καὶ πραγμάτων πληρῶν, καὶ τὰς προσευχὰς αὐτοῦ λυμαινόμενος δι' ὧν πάντα τὰ τῆς ψυχῆς αὐτοῦ τραύματα θεραπεύειν σπουδάζει. Τοῦτον τὸν λογισμὸν συναύξουσι πάντες ἡττηθέντες οἱ δαίμονες, καὶ πάλιν δι' αὐτοῦ πάντες εἰς τὰς ψυχὰς λαμβάνουσιν εἴσοδον, ποιοῦντες ὄντως τὰ ἔσχατα, χείρονα τῶν πρώτων. Ἐκ τούτου δὲ γεννᾶται τοῦ λογισμοῦ, καὶ ὁ τῆς ὑπερηφανίας ἐκεῖνος, ὁ τὸ ἀποσφράγισμα τῆς ὁμοιώσεως, καὶ τὸν στέφανον τοῦ κάλλους ἀπ' οὐρανῶν εἰς γῆν κατασείσας. Ἀλλ' ἀποπήδησον τούτου, καὶ μὴ χρονίσῃς, ἵνα μὴ προδῶμεν ἄλλοις τὴν ζωὴν ἡμῶν, καὶ τὸν ἡμέτερον βίον ἀνελεήμοσι. Τοῦτον δὲ τὸν δαίμονα φυγαδεύει ἐκτενὴς προσευχὴ, καὶ τὸ μηδὲν ἑκόντα ποιεῖν, τῶν συντελούντων πρὸς τὴν ἐπάρατον δόξαν. Ὅταν ὀλίγης ἀπαθείας τῶν ἀναχωρούντων ὁ νοῦς ἐπιλάβηται, τότε κενοδοξίας ἵππον κτησάμενος, εὐθέως ἐλαύνει κατὰ τὰς πόλεις, ἄκρατον ἐκ τῆς δόξης ἐμφορούμενος ἔπαινον, ᾧ, κατ' οἰκονομίαν, τὸ πνεῦμα τῆς πορνείας ἀπαντῆσαν, καὶ εἰς ἕνα τῶν συφεῶν ἀποκλεῖσαν τοῦτον, παιδεύει αὐτὸν μηκέτι πρὸ τῆς τελείας ὑγείας καταλιμπάνειν τὴν κλίνην, μηδὲ τοὺς ἀτάκτους τῶν ἀῤῥώστων μιμεῖσθαι, οἵτινες, ἔτι λείψανα τῆς ἀσθενείας ἐν ἑαυτοῖς περιφέροντες, ὁδοῖς ἑαυτοὺς, καὶ λουτροῖς ἀκαίροις ἐπιδιδόασι, καὶ τοῖς ἐξ ὑποστροφῆς νοσήμασι περιπίπτουσι. ∆ιόπερ καθεζόμενοι μᾶλλον προσέχωμεν ἑαυτοῖς, ὡς, προκόπτοντες μὲν ἐν ἀρετῇ, δυσκίνητοι πρὸς κακίαν γινόμεθα, ἀνακαινούμενοι δὲ ἐν τῇ γνώσει, ποικίλων προσλαμβάνομεν πλῆθος θεωρημάτων, ὑψούμενοι δὲ πάλιν κατὰ τὴν προσευχὴν φανερώτερον τὸ τοῦ Σωτῆρος ἡμῶν ἐποπτεύσομεν φῶς.

ΚΕΦΑΛ. Ιϛʹ. Πάσας μὲν τὰς κακουργίας τῶν δαιμόνων γράφειν οὐ δύναμαι,

καὶ τὰς κακοτεχνίας αὐτῶν καταλέγειν αἰσχύνομαι, δεδοικὼς τῶν ἐντευξομένων τοὺς ἁπλουστέρους. Πλὴν δὲ τοῦ πνεύματος τῆς πορνείας, ἄκουε πανουργίαν. Ὅταν τις τοῦ ἐπιθυμητικοῦ μέρους κτήσηται ἀπάθειαν, καὶ οἱ αἰσχροὶ λογισμοὶ λοιπὸν ὑπόψυχροι γένωνται, τὸ τηνικαῦτα εἰσάγει ἄνδρας τε, καὶ γυναῖκας παίζοντας μετ' ἀλλήλων, καὶ αἰσχρῶν πραγμάτων, καὶ σχημάτων τὸν ἀναχωρητὴν καθίστησι θεατήν. Ἀλλ' οὗτος ὁ πειρασμὸς οὐκ ἔστι τῶν χρονιζόντων· προσευχὴ γὰρ σύντονος, καὶ δίαιτα στενωτάτη μετὰ ἀγρυπνίας, καὶ γυμνασίας θεωρημάτων πνευματικῶν ὥσπερ νέφος αὐτὸν ἄνυδρον ἐπελαύνει. Ἔστι δὲ ὅτε καὶ τῶν σαρκῶν ἐφάπτεται, πρὸς τὴν ἄλογον πύρωσιν αὐτὰς ἐκμοχλεύων, καὶ ἄλλα δέ τινα μυρία προσμηχανᾶται ὁ παμπόνηρος οὗτος, ἅπερ οὐκ ἀναγκαῖον δημοσιεῦσαι, καὶ γραφῇ παραδοῦναι. Συμβάλλεται δὲ σφόδρα πρὸς τοὺς λογισμοὺς καὶ ζέσις θυμοῦ κατὰ τοῦ δαίμονος κινηθεῖσα, ὅνπερ θυμὸν μάλιστα δέδοικεν ἐπὶ τοῖς λογισμοῖς ταρασσόμενον, καὶ διαφθείροντα, αὐτοῦ τὰ 79.1220 νοήματα· καὶ τοῦτό ἐστι τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» Χρήσιμον τοῦτο φάρμακον ἐν τοῖς τοιούτοις πειρασμοῖς τῇ ψυχῇ προσαγόμενον. Μιμεῖται δὲ καὶ ὁ τῆς ὀργῆς τοῦτον τὸν δαίμονα, καὶ πλάττει, καὶ αὐτός τινας τῶν γεγεννηκότων, ἢ φίλων, ἢ συγγενῶν, ἢ οἰκείων ὑβριζομένους, καὶ τυπτομένους ὑπὸ ἀναξίων, καὶ τῶν ἀναχωρούντων ἀνακινεῖ τὸν θυμὸν, ὥστε φθέγξασθαί τι πονηρὸν, ἢ ποιῆσαι πρὸς τοὺς φαινομένους κατὰ διάνοιαν, οἷς οὐ προσέχειν ἀναγκαῖον, καὶ ταχέως ἐξαρπάζειν ἀπὸ τῶν τοιούτων