Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ τοιοῦτόν ἐστιν. ὁ μακάριος Παῦλος ἀπὸ τῶν κατὰ Χριστὸν πολλάκις ἡμῖν διαλέγεται, ὡς μετὰ τὴν φανέρωσιν τοῦ σωτῆρος οὐκέτι τῆς παλαιᾶς κρατούσης ἀλλὰ τῆς καινῆς καταστάσεως· ἐν μὲν οὖν τῇ παλαιᾷ σαρκικοῖς οὖσιν ἡμῖν καὶ ὑποκειμένοις παθήμασιν ἀναγκαίαν εἶναι τὴν δόσιν τοῦ νόμου συνέβαινεν, ταῖς τῶν τιμωριῶν ἀπειλαῖς ἀνακόπτοντος ἡμῶν τῆς φύσεως τὰς πρὸς τὴν ἁμαρτίαν ὁρμάς, καινοῖς δὲ γενομένοις ἐν Χριστῷ καὶ δικαίοις, τοῦτ' ἔστι τὴν διὰ τῆς ἁμαρτίας παλαίωσιν ἐπιδεχομένοις οὐκέτι, περιττὸς παντάπασιν ὁ νόμος ἐστίν. διὰ τοῦτο λέγει· δικαίῳ νόμος οὐ κεῖται καὶ ὑμεῖς οὐκ ἐστὲ ὑπὸ νόμον καὶ ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ καὶ εἰ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. διὰ τοίνυν τοῦ ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ τοῦτο λέγει, ὅτι ἕως οὗ φύσεως ἦμεν σαρκικῆς καὶ παθητικῆς καὶ διὰ τοῦτο ὑπὸ νόμον εἶναι χρηζούσης, τῇ ἁμαρτίᾳ κατεκρατούμεθα, πολιτευομένης αὐτῆς ἐν τῷ κόσμῳ παντί, ἀναιρεθέντος μέντοι τοῦ νόμου διὰ τὸ πνευματικοὺς γενομένους πρὸς δικαίωσιν ἡμᾶς ἐν Χριστῷ μετελθεῖν, συνανῄρηται καὶ ἡ ἁμαρτία· οὐ γὰρ ἐλλογεῖται λοιπὸν μὴ ὄντος νόμου. ὁ τοίνυν σύμπας, ὡς ἂν ἐν κεφαλαίῳ τις εἴποι, τῆς ῥήσεως ταύτης νοῦς οὗτός ἐστιν. παρέχει πᾶσιν ἡμῖν ἡ κατὰ Χριστὸν χάρις τὸ βεβαίως αὐτῇ πεπιστευκότας καυχᾶσθαι καὶ διὰ τοῦτο, ὅτι οὐδὲν ἀπεικὸς ἀλλὰ καὶ σφόδρα γε εὔλογον, ἄρξαι τοῦτον ἡμῖν τῆς ἀθανάτου καὶ δικαίας ζωῆς ὃν τρόπον ἦρξεν ἡμῶν τὸ πρότερον ὁ Ἀδὰμ τῆς φθαρτῆς τε καὶ παθητικῆς· εἰ γὰρ ἐκείνῳ πταίσαντι καὶ κατα κριθέντι τελευτῇ οἱ μετ' αὐτὸν ἐξ αὐτοῦ κεκοινωνήκαμεν ἅπαντες, οἱ μὲν καὶ αὐτὸ προσεφαμαρτάνοντες τῷ παρανομεῖν, οἱ δὲ ἀπὸ μόνης κατὰ τὸ συγγενὲς τῆς ἐκείνου κολάσεως, πῶς οὐκ ἀναντίρρητον τῷ καὶ τῷ δεσπότῃ Χριστῷ κατὰ τὸ ἀνθρώπινον πολιτευσαμένῳ καὶ κατορθώσαντι καὶ κομισαμένῳ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὴν ἀμείνονα λῆξιν; διὰ τοῦτο γάρ, φησίν, αὐτὸν ὁ θεὸς ὑπερύψωσεν, τοὺς ἑνουμένους αὐτῷ διὰ πίστεως καὶ καταξιουμένους τῆς τοῦ πνεύματος ἐνοι κήσεως, τοῦ πρῶτον αὐτὸν ἐκεῖνον ἐγείραντος ἐκ νεκρῶν, κοινωνεῖν αὐτῷ τῆς ἀκηράτου ζωῆς ἀντὶ σαρκικῶν γενομένους πνευματικούς. ἀλλ' ἐβασίλευσε, φησίν, ὁ θάνατος ἀπὸ̀ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ἀντὶ τοῦ καθ' ὃν τρόπον παραβεβηκότος Ἀδὰμ ὁ θάνατος ἐβασίλευσεν, οὕτω καὶ τῶν ἐξ αὐτοῦ μετ' αὐτὸν γενομένων ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ μέχρι Μωϋσέως ταὐτόν ἐστι τῷ ἄχρι γὰρ νόμου· Μωϋσέα γὰρ νῦν οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς ἀλλὰ τὸ πρᾶγμα φησίν, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν. οὕτω καὶ ἐν 364 τῇ πρὸς Κορινθίους· ἕως ἀναγινώσκηται Μωϋσῆς, τοῦτ' ἔστιν ὁ νόμος ὁ διὰ Μωϋσέως δοθείς. ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησίν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα, ταῦτα δὴ τὰ κατὰ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, τὸν δὲ ἔσχατον Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ἐπειδὴ γοῦν ὁ μὲν πρῶτος ἄνθρωπος ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δὲ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ, ἀνάγκη κατὰ μὲν τὸν χοϊκὸν εἶναι τοὺς χοϊκούς, κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους· καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω δήπου καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν, ἀκολούθως ἐκ τῶν ὑποδεεστέρων ἀναβιβαζόμενοι πρὸς τὰ ὑπερέχοντα.{Rom 5,16} Μία μὲν γάρ, φησίν, ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν, ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν.{Rom 5,17} Ἀποδείξας αὐτάρκως τὸ περιττὸν τῆς χάριτος κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ