7
ἐγκλήματα, μάχη πρὸς ἑαυτόν, πόλεμος κατὰ τῶν νουθετούντων, οὐδεὶς τῶν ἀτοπωτάτων ὄκνος οὔτε ῥημάτων οὔτε πραγμάτων. Πολλάκις δέ, οἷς ἂν ὑπερανίσχῃ τὸ πάθος καὶ περισσοτέρως καταποθῇ ὁ λογισμὸς ὑπὸ τῆς λύπης, εἰς πικρότερον πέρας ἡ τραγῳδία κατέληξεν, οὐδὲ τοῦ περιλειφθέντος ἐπιβιῶναι τῇ συμφορᾷ δυνηθέντος.
3.6 Ἀλλ' οὐχὶ τοῦτο; Ὑποθώμεθα δὲ τὰ βελτίω, ὅτι καὶ διέφυγε τῶν ὠδίνων τὸν κίνδυνον καὶ γέγονεν αὐτοῖς παῖς, αὐτὸ τῆς ὥρας τῶν γεννησαμένων τὸ ἀπεικόνισμα. Τί οὖν; Ἠλαττώθη διὰ τούτων ἡ τοῦ λυπεῖσθαι ὑπόθεσις ἢ οὐχὶ καὶ προσθήκας μᾶλλον ἐδέξατο; Τούς τε γὰρ προτέ ρους ἔχουσι φόβους καὶ τὸν ὑπὲρ τοῦ τέκνου προσέλαβον, μή τι συμβῇ περὶ τὴν ἀνατροφὴν ἀηδές, μή τις πονηρὰ συντυχία, μή τι σύμπτωμα τῶν ἀβουλήτων ἢ πάθος ἢ πήρωσιν ἢ κίνδυνον ἐπαγάγῃ τινά. Καὶ ταῦτα μὲν ἀμφοτέρων κοινά, τὰ δὲ τῆς γαμετῆς ἴδια τίς ἂν ἐξαριθμήσαιτο; Ἵνα γὰρ ἐάσωμεν τὰ πρόχειρα ταῦτα καὶ πᾶσιν γνώριμα, τὸ τῆς κυοφορίας ἄχθος, τὸν ἐν ταῖς ὠδῖσι κίνδυνον, τὸν ὑπὲρ τῆς ἀνατροφῆς πόνον, τὸ τὴν καρδίαν αὐτῆς τῷ τεχθέντι συναποσχίζεσθαι, κἂν πλειόνων γένηται μήτηρ, εἰς τοσαῦτα κατατέμνεσθαι αὐτῆς τὴν ψυχήν, ὅσος ὁ ἀριθμὸς τῶν τέκνων ἐστίν, ὡς τῶν συμβαινόντων ἐκείνοις ἐν τοῖς ἰδίοις σπλάγχνοις τὴν αἴσθησιν δέχεσθαι. Καὶ πάντα τὰ τοιαῦτα γνώριμα πᾶσιν ὄντα τί ἄν τις λέγοι; ἀλλ' ἐπειδὴ κατὰ τὸ θεῖον λόγιον οὐχ ἑαυτῆς ἐστι κυρία, πρὸς δὲ τὸν διὰ τοῦ γάμου κυριεύσαντα τὴν ἀποστροφὴν ἔχει, κἂν πρὸς ὀλίγον αὐτοῦ μονωθῇ ὡς τῆς κεφαλῆς διε ζευγμένη, οὐ φέρει τὴν μόνωσιν, ἀλλὰ ὡς μελέτην τινὰ τῆς ἐν τῇ χηρείᾳ ζωῆς καὶ τὴν ἐν ὀλίγῳ τοῦ ἀνδρὸς ἀναχώ ρησιν οἰωνίζεται. Εὐθὺς ὁ φόβος ἀπόγνωσιν ἐμποιεῖ τῶν χρηστοτέρων ἐλπίδων, καὶ διὰ τοῦτο ὁ μὲν ὀφθαλμὸς περὶ τὴν εἴσοδον πέπηγε γέμων ταραχῆς καὶ πτοήσεως, ἡ δὲ ἀκοὴ τοὺς ὑπολαλοῦντας περιεργάζεται, συγκόπτε δὲ ἡ καρδία μαστιζομένη τῷ φόβῳ καί, πρίν τι προσ αγγελθῆναι νεώτερον, καὶ μόνον ψόφος πρὸ τῶν θυρῶν ἢ ὑπονοηθεὶς ἢ γενόμενος, ὥσπερ τις ἄγγελος κακῶν, ἐξαίφνης τὴν ψυχὴν διεκλόνησε. Καὶ τὰ μὲν ἔξω δεξιὰ τυχὸν καὶ οὐδενὸς ἄξια φόβου, φθάνει δὲ ἡ λειποθυμία τὴν ἀγγελίαν καὶ ἀναστρέφει πρὸς τὸ ἐναντίον ἀπὸ τῶν ἡδέων τὴν γνώμην. Τοιοῦτος τῶν εὐθυμούντων ὁ βίος. Πάνυ γε ἄξιος. Οὐ γὰρ τῇ ἐλευθερίᾳ τῆς παρθενίας ἀντεξετάζεται.
3.7 Καίτοι πολλὰ τῶν σκυθρωποτέρων ὁ λόγος ἐπιτρέχων παρέλιπε. Πολλάκις γὰρ κἀκείνη ἔτι νέα τῷ σώματι, ἔτι τῇ νυμφικῇ ἀγλαΐᾳ στίλβουσα, ἔτι τυχὸν ἐρυθριῶσα τοῦ νυμφίου τὴν εἴσοδον καὶ μετὰ αἰδοῦς ὑποβλέπουσα, ὅτε καὶ θερμοτέρους εἶναι συμβαίνει τοὺς πόθους ὑπ' αἰσχύνης πρὸς τὸ ἐκφανῆναι κωλυομένους, ἐξαίφνης χήρα καὶ ἀθλία καὶ ἔρημος καὶ πάντα τὰ φευκτὰ μεταλαμβάνει ὀνόματα καὶ τὴν τέως λαμπρὰν καὶ λευχείμονα καὶ περίβλεπτον ἀθρόως καταμελαίνει προσπεσοῦσα ἡ συμφορά, καὶ περιβάλλει τῷ πένθει τὸν νυμφικὸν κόσμον ἀποσυλήσασα. Εἶτα ζόφος ἀντὶ τῆς ἐν παστάδι λαμπρότητος καὶ θρηνῳδοὶ τὰς οἰμωγὰς ἐπιτείνουσαι καὶ μῖσος κατὰ τῶν ἐπιχειρούντων πραΰνειν τὰ πάθη, ἀπέχθεια σιτίων, τηκεδὼν σώματος, κατήφεια ψυχῆς, ἐπιθυμία θανάτου καὶ μέχρις αὐτοῦ τοῦ θανάτου πολλάκις ἰσχύσασα. Ἐὰν δὲ καὶ πεφθῇ πως τῷ χρόνῳ ἡ συμφορά, πάλιν ἄλλη συμφορά, εἴτε ὑπάρχει τέκνα εἴτε καὶ μή. Ὄντα μὲν γὰρ ὀρφανὰ πάντως ἐστί, καὶ διὰ τοῦτο ἐλεεινὰ καὶ δι' ἑαυτῶν τὸ πάθος ἀνακαινίζοντα· εἰ δὲ μὴ εἴη, πρόρριζον οἴχεται τὸ τοῦ κατοιχομένου μνημόσυνον καὶ τὸ κακὸν ὑπὲρ παραμυθίαν ἐστίν.