8
χρείαν εἶναι πρὸς τὰ παρόντα. Εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνά μει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵν' οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.
7.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ 7.1 Οὐδὲ τότε ἠγνόουν ὅτε ἐπέστελλον τῇ λογιότητί σου ὅτι πᾶσα θεολογικὴ
φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέ γοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμέ νοις. Εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾶν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; Οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ζητούμενον. Κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. Ἐκεῖ να μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβε στέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε ὃ καὶ παρεκαλέ σαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ ταῖς παρὰ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρ' ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον, οἵ, πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας, βλάπτομεν μᾶλλον τῇ παρ' ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀλη θείᾳ προστίθεμεν.
8.τ ΤΟΙΣ ΚΑΙΣΑΡΕΥΣΙΝ ΑΠΟΛΟΓΙΑ ΠΕΡΙ ΤΗΣ ΑΠΟΧΩΡΗΣΕΩΣ
8.1 Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον
ἥττησθε τῆς ἡμετέρας βραχύτητος τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομι μνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. Ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ καὶ οὐκ ἀρνηθείην, τὴν δὲ αἰτίαν μάθοιτ' ἂν ἤδη ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως κατα πλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλ' ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφ' ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει με τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; Τίς δ' ἄν μοι γένοιτο Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; Ἀλλ' ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον, αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπα ζόμενοι, οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος, ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνον τες. Ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. Καὶ τὰ μὲν καθ' ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον. 8.2 Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφα λαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λα θὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. Τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελὲς μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέ ρας ψυχάς, ἀλλ' ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. Ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματίζων καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον καὶ τὸ Πνεῦμα τὸ