παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀναπαύσεως κατατίθησι μνήματι, ἐν τοῖς ἀδύτοις τοῦ ἱεροῦ καὶ ἀποστολικοῦ τεμενίσματος πάντως συνεῖναι τοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις τὸν τοῦ Χριστοῦ μαθητὴν καὶ ἀπόστολον. ∆ιὰ τοῦτο τοῖς ποθοῦσιν ὁ ποθούμενος ἀποδίδοται, τοῖς πιστοτάτοις τέκνοις ὁ πατὴρ ὁ φιλότεκνος, τοῖς ὑπηκόοις ὁ πανεπιστήμων διδάσκαλος, τοῖς ὀρφανοῖς ὁ προστάτης, τοῖς ἀδικουμένοις ὁ προῖκα συνηγορῶν, τοῖς ἐπηρεαζομένοις ὁ μέγας ἐπίκουρος, τοῖς ἀνδραποδιζομένοις πολλάκις ταῖς ἡδοναῖς ὁ τὴν ἐπιθυμίαν πτερῶν πρὸς θεόν, τοῖς εἰς κακίας ὀλισθήσασι βάραθρον ὁ τῆς μετανοίας ὑφηγητής, τοῖς ἡττωμένοις κόρου τε καὶ τρυφῆς ὁ τῆς ἐγκρατείας ὑπογραμμός, ὁ πανταχοῦ τῶν πάντων κρατῶν, ὁ παρὰ παντὸς τὸ ἐν πᾶσιν ἀποφερόμενος συγκεχωρηκώς, ὁ μηδενὸς τῶν πρὸ αὐτοῦ κατὰ πᾶν εἶδος ἀρετῆς ἀπολειπόμενος καὶ παιδεύσεως, ὁ μηδενὶ τῶν μετ' αὐτὸν ἐγγὺς αὑτοῦ συγχωρήσας ἐλθεῖν, εἰ μὴ καὶ πλεῖστον ἀπολειφθῆναι τῷ τῆς ἀρετῆς ὑπερβάλλοντι, ὁ μηδένα βυθὸν τῶν ἀποκρύφων μυστηρίων θεοῦ ἀδιερεύνητον καταλιπών, ὁ τῆς Γραφῆς τὸ βάθος ἅπαν θαυμασίως ἀναστομώσας καὶ ἀναπτύξας καὶ οἷον εἰς φῶς ἀγαγὼν καὶ τρισσῶς ὄντως ἀπογραψάμενος. Θάλλει μου ἡ καρδία καὶ πηγάζει ὁ νοῦς 317 καὶ πανηγυρίζειν ἐφίεται καὶ τοῦ λέγειν μᾶλλον ὀρέγεται. ∆εῦτε δὲ συμπληροῦτέ μοι τὴν ἐπιτάφιον τούτῳ τῶν ὕμνων ᾠδὴν ὅσοι τῶν ἐκείνου καλῶν μετειλήφατε καὶ καὶ τὰ ἐκείνου θαυμάζετε. Οἱ βασιλεῖς τὸν λαμπρύνοντα μᾶλλον ὑμῶν τὰς ψυχὰς τοῖς ὁλοχρύσοις ῥείθροις τῆς γλώσσης αὐτοῦ ἢ τὸ σῶμα τὸ τῆς πορφύρας ἄνθος καὶ τῶν μαργάρων τὸ κάλλος καὶ τὸ ἐκ λίθων τιμίων διάδημα. Οἱ ἱερεῖς τὸν εὐθὺν κανόνα τῆς ἀρχιερατικῆς καταστάσεως, οἱ περὶ λόγους τὸν ἐν πᾶσι λόγων ἡδέα πάντα ἀποκρυψάμενον. Οἱ πλούσιοι τὸν ἄριστον οἰκονόμον τῶν ἀποθέτων ὑμῖν χρημάτων καὶ περιττῶν. Οἱ πένητες τὸν ποριστὴν τῶν ἀναγκαίων καὶ τὴν ἔνδειαν λύοντα. Οἱ ἐν πένθει τὴν παραμυθίαν, τὴν παράκλησιν οἱ ἐν συμφοραῖς, τὴν ἀνάκλησιν οἱ τῇ ἀπογνώσει πρὸς ἀπωλείας κατερραγμένοι βυθόν. Τὸν πάντα γεγονότα τοῖς πᾶσι κατὰ Παῦλον εἰπεῖν, τὸν μέγαν ἀπόστολον, ἵνα κερδήσῃ τοὺς πάντας ἢ πλείονας. Τοίνυν ἀπὸ τοῦ καταρρύτου τούτου λειμῶνος τῶν τῆς ψυχῆς ἀγαθῶν τὰ ῥόδα τῆς ἀρετῆς καὶ ἀγάπης τρυγήσωμεν ὡς ἥδιστα ἐκ ψυχῆς καὶ φίλτρου περικαοῦς ἐπιχορηγοῦντες τὰς εὐφημίας καὶ λέγοντες ἅμα καὶ οὕτω κατονομάζοντες σκέπην κραταιὰν καὶ ὠχυρωμένων βασίλειον, φιλίας κειμήλιον ἔμψυχον, κῆπον κεκλεισμένον, πηγὴν ἐσφραγισμένην παράδεισόν τε τρυφῆς, εὐκαίρως ἀνοιγόμενον τε καὶ συγκλειόμενον, λιμένα γαλήνης τοῖς ὑπὸ καταιγίδων ταραττομένοις καὶ ἀναψύξεως, τῶν χρυσῶν δογμάτων καὶ ἀκηράτων τὸν ἀέναον χορηγόν. Ὁρᾶτε τοῦ Χρυσοστόμου τὰ χάριτας, ὁρᾶτε τῶν αὐτοῦ πόνων τὰ γέρα. Μέμνησθε πάντων τῶν γλυκυτάτων αὐτοῦ καὶ ἡδίστων διδαχῶν. Οἶδα τοῦτο καὶ σύνοιδα μεμνησομένους ἀεὶ καὶ οἷον ὑμῖν τὸ φίλτρον περὶ τὸν κοινὸν πατέρα καὶ εὐεργέτην καὶ ὡς ἐξήρτησθε τοῦ φίλτρου τούτου καὶ τῆς ἀγάπης καὶ τοῦτο μόνον πνεῖτε καὶ ἀναψύχεσθε. Ὁρᾶτε οἷος ἐγὼ κοινωνῶν καὶ τοῦ ζήλου καὶ τῆς ἀγάπης τοῦ θαυμασίου τούτου καὶ ἀξιεπαίνου πατρὸς καὶ διδασκάλου, εἴθε δὲ καὶ τῶν ἱερῶν πόνων ὧν ἡμῖν διὰ τῶν αὑτοῦ θεοπνεύστων λογίων ὑποτίθεται καὶ τῆς σωφρονεστέρας διαγωγῆς ὑπηκόους γενέσθαι. Καὶ γένοιτο, δέσποτα τοῦ ἐλέους καὶ πάσης παρακλήσεως Κύριε, καὶ πάντα τὸν κόσμον καὶ πρὸ πάντων ἡμᾶς τοῦτο μόνον κεκτῆσθαι χαράν, τὴν κοινὴν ἐλπίδα, τὸ ἀναφαίρετον ἀγαλλίαμα, τὴν ἀνεπίληστον μνήμην, τὴν ψυχοτρόφον, ὃν εἰ μὴ τιμῶμεν καὶ ἀγαπῶμεν καὶ τῆς σωζούσης διδασκαλίας τούτου ἐχώμεθα, τίνα ἄλλον στέρξομεν ἢ τίνι τῶν κρειττόνων καὶ εἰς ζῆλον ἀρετῆς ἀναγόντων ἑψόμεθα ἢ διὰ τίνος εὑρήσομεν τὰ ἐλπιζόμενα ἀγαθά; Ναὶ τέκνα πολιτείας εὐγενοῦς τε καὶ φιλοσέμνου τῆς εὐδαίμονος πόλεως εὐτυχέστατα