Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λό

 ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων

 μετ' ἐκείνην ἄλλο βάρβαρον χωρίον ἄνικμόν τε καὶ ἄχαρι καθ' ἑκάστην ὑπὸ τῶν γειτνιώντων πολιορκούμενον Ἰσαύ 309 ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσ

 Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦ

 γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τ

 πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζο

 καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν 315 εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ

 παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀν

 καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάν

 εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ κα

πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζουσιν εὐτάκτως κινουμένου χοροῦ οἷόν τινα κορυφαῖον μέσον τὸν δίκαιον ἔχοντες. Ὡς δ' ἐγγυτέρω προσελθόντος ταῖς ἀκοαῖς ἡ ψαλμῳδία προσέπεσεν, εἰκόνα ἂν ἔδοξε θεωρεῖν τῆς ἐπὶ γῆς τοῦ θεοῦ λόγου ἐνσωματώσεως, καθ' ἣν ὁ τῶν ἀγγέλων χορὸς τὸ δόξα ἐν ὑψίστοις ἐκραύγαζε. Τοσαύτη τις ἦν ἡ περὶ τὸν μέγαν Ἰωάννην δορυφορία τε καὶ πομπή, τοσοῦτος ὄχλος πανταχόθεν συνέρρεε. Τίνος οὖν βασιλέως ἐπάνοδος ἔθνη χειρωσαμένου μυρία καὶ πόλεις τειχήρεις κατὰ κράτος ἑλόντος τοιαύτη προεπέμφθη τιμή; Ἢ τὶς τοσούτους ἔσχε τοὺς πρὸς τὴν θέαν συντρέχοντας; Ὡς δ' οὖν πρὸς τὴν ἀντιπέρας τῆς βασιλείου ταύτης τῶν πόλεων ἀκρόπολιν ἔφθασαν, ἦν ἰδεῖν τὸν ἐν μέσῳ τούτων πορθμὸν ὥσπερ τινὶ στόλῳ ταῖς μικραῖς ὁλκάσι καὶ λέμβοις καὶ ἀκατίοις πρὸς τὴν ὑπάντησιν ἐπειγομένοις καταπυκνούμενον. Οὐδὲ πορθμεῦσιν ἄλλη τις ἦν ἐμπορία οὐδὲ ἑωρᾶτο τὸ πλοῖον, ἄλλοσέ ποι φερόμενον. Ἐπεραιοῦτο γὰρ σὺν τῷ βασιλεῖ καὶ γερουσία βουλὴ καὶ τῇ ἀρχιερατικῇ πολιτείᾳ τὸ ἀποκληρωθὲν τὸ πᾶν συνεξήρχετο. Οὐδὲ γυναῖκας ἐπεῖχεν ἡ διηνεκὴς οἰκουρία τὸ τηνικαῦτα, ἀλλὰ πολλαὶ καὶ ὄψεως ἄρρενος τότε πρῶτον κατατολμήσασαι ἐξῄεσαν εἰς ὑπάντησιν ἁγιασμοῦ πιστεύουσαι μετασχεῖν καὶ ἀπὸ μόνης τῆς ὄψεως. 314 Τριήρης τῶν βασιλέων ἦν εὐτρεπής, ἡ δεξομένη τὸν ἤδη παρὰ θεῷ βασιλεύοντα. Καὶ πάλιν κἀνταῦθα τὴν εἴσοδον τοῖς θαύμασι θεοῦ ἐμεγάλυνεν· ἐξαίφνης γὰρ βιαίας ζάλης διεγερθείσης καὶ τοῦ τῆς θαλάσσης κύτους ἐν ἀνέμῳ νότῳ βιαίῳ διαστάντος καὶ κλύδωνος διεγηγερμένου μεγάλου καὶ τῶν κυμάτων συγκρουομένων ἀτάκτως καὶ πολὺν ἐχόντων σάλον καὶ τάραχον, τὰ μὲν ἄλλα τῶν πλοίων τῇδε κἀκεῖσε διερρίπτοντο ὡς ἕκαστον ἔτυχεν ἔν τισι κοιλώμασι προσοκεῖλαν ἢ καὶ πρὸς λιμένας διασωθέν. Τὸ δὲ φέρον τὸν δίκαιον τῶν κάλων ἀπορραγέντων οἱονεὶ χειρὶ τῇ δυνάμει τοῦ φερομένου κάλου διακυβερνώμενον προσωρμίσθη τῷ τῆς χήρας ἀγρῷ, ὃν κακῶς ἡ τύραννος βασιλὶς τοῦ πενομένου γυναίου ἀφήρπασεν ὥσπερ οἶμαι καὶ τοῖς ἧττον μετέχουσι ἀγχινοίας τε καὶ φρενῶν δεικνύοντος τοῦ θεοῦ τῆς ἐξορίας τούτου τὸ αἴτιον. Μᾶλλον δὲ οὐδὲ θανὼν ὁ δίκαιος τῆς συνηγορίας καὶ τοῦ ἐκδικεῖν τὸ ἐπηρεασθὲν ἐπαύετο γύναιον, ἀλλ' ὥσπερ τις μάρτυς ἀψευδὴς πόρρωθεν εἰς ὁρίων ὑπόδειξιν μετακληθεὶς τὴν οἰκείαν ἔθετο ψῆφον καὶ κρείττονι γλώσσης ἐμαρτύρει φωνῇ, ἧς τὸ χωρίον ἐτύγχανεν. Ἐπεὶ δὲ τὸ περὶ τούτου αὐτοῦ διήνυστο βούλημα, τὸ παραυτίκα ἀποδοθῆναι τῇ χήρᾳ τὸν ταύτης ἀγρόν, κατηυνάσθη μὲν εὐθέως τὸ πέλαγος, ἐστορέσθη δὲ τῷ κλύδωνι καὶ οἷον φιλεῖ γίνεσθαι ἐν τούτοις, ὅταν γαλήνη πορφύρηται καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Καὶ ὡς ἔκ τινος ναυαγίου διασωθέντα πανταχόθεν τὰ πλοιάρια συνηθροίζετο καὶ ὡς στρατηγίδα ναῦν τὴν φέρουσαν τὴν τιμίαν ἐκείνην σορὸν δορυφοροῦντα προέπεμπον. Καὶ οὕτως ἀπεδόθῃ τῇ βασιλίδι πόλει ὁ εὐπρεπὴς αὐτῆς κόσμος καὶ τὸ βασίλειον ὄντως διάδημα. Καὶ ταῦτα μὲν ἐν τούτοις. Τὰ δὲ νῦν ἄλληλα λαμπρότης καὶ φῶς ἀπρόσιτον καὶ χαρὰ διαχέουσα τῶν πιστῶν τὰς καρδίας. Ἡμέρας γὰρ ἄρτι διαγελώσης καὶ τοῦ χρυσοστομικοῦ καὶ ἡλιολαμποῦς σκήνους τῇ ἡμετέρᾳ πόλει λαμπρὰς ἀκτίνας ἐπαφιέντος ὁ τοῦ ἀοιδίμου ἀποστόλου Θωμᾶ ναός, ὁ πρὸς θάλασσαν κείμενος, ὃν Ἀμαντίου οἶδεν ὀνομάζειν ἡ πόλις, τοσοῦτον ἀγαθὸν δεξιοῦται. Καὶ ταῖς παννύχοις ὑμνῳδίαις καὶ εὐφημίαις δι' ὅλης νυκτὸς γεραιρόμενος καὶ πολλοὺς δεξάμενος σὺν δάκρυσιν ἀσπασμοὺς ὥσπερ τις ἀγνωμονηθεὶς τῳόντι καὶ παρὰ τὸ εἰκὸς ἐπηρεασθεὶς τοὺς ἠδικῆσαι δοκοῦντας καὶ διαλλαττομένους προσίεται μετ' εὐλαβείας καί τινος προσιόντας αἰδοῦς, οὕτω δὴ καὶ ὁ ἀρχιερεὺς τοῦ θεοῦ πρῶτα μὲν αὐτὸν τὸν τὸ κράτος ἰθύνοντα προσεδέχετο, τοῦτο μὲν ὡς πατέρα καὶ ἀνάδοχον ἐκ τοῦ θείου γεγονότα λουτροῦ τιμῶντα καὶ μεγαλύνοντα, τοῦτο δὲ τῆς κατὰ σάρκα μητρὸς παραιτούμενον τὴν δικαίαν ὀργὴν