Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λό

 ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων

 μετ' ἐκείνην ἄλλο βάρβαρον χωρίον ἄνικμόν τε καὶ ἄχαρι καθ' ἑκάστην ὑπὸ τῶν γειτνιώντων πολιορκούμενον Ἰσαύ 309 ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσ

 Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦ

 γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τ

 πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζο

 καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν 315 εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ

 παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀν

 καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάν

 εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ κα

γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τὴν ἱερὰν αὐτοῦ κόνιν καὶ τὸ λείψανον τῆς ἐναρέτου μορφῆς ὥς τινα χρυσοφόρον αὐτοῖς χαρίσασθαι θησαυρόν, ἵνα ἀντὶ τοῦ παρ' ἐκείνου βλύσαντος αὐτοῖς τῆς διδασκαλίας γάλακτος τοὺς τῶν δακρύων αὐτῷ ποταμοὺς ἐπαφήσωσι καὶ γίνηταί τις αὐτοῖς κἀντεῦθεν ἁγιασμὸς καὶ τῆς καλῆς ἐφέσεως πλήρωσις. Ἦν οὖν ὁ ἱερεὺς κατ' αὐτὰ τὰ τῶν βασιλείων ἀνάκτορα καὶ τὰ τῆς πρεσβείας ἠνύετο καὶ ἡ πάνδημος τῶν τέκνων ἐδηλοῦτο παράκλησις διὰ τοῦ ἀρχιερέως ἐκεῖνα λέγοντος τῷ βασιλεῖ καὶ ὑποτιθεμένου ἃ καὶ τὰς ἀκροτόμους τῶν πετρῶν ἐπικλᾶν οἶδε καὶ παροτρύνειν καὶ πρὸς ἔρωτα θεῖον ἀνακινεῖν καὶ ἀναρριπίζειν τῆς τοῦ ἁγίου σκήνους τιμίαν ἐπάνοδον καὶ σεβάσμιον. Τούτων τοίνυν ἀκούσας ὁ βασιλεὺς θερμαίνεται τὴν καρδίαν καὶ πρὸς τὴν αἴτησιν οὐκ ἀντιβαίνει, ἀλλ' εὐδοκιμήσεως αὑτῷ νομίσας τοῦτον καιρὸν καὶ θείας ἀποδοχῆς καὶ εὐφημίας τῆς ἐξ ἀνθρώπων καὶ φίλτρου γνησιωτάτου πρὸς τὴν ἀνάληψιν ηὐτρεπίζετο καὶ πάντα ἦν τῷ εὐσεβεῖ σκοπῷ συντελούμενα. Ὡς δ' οὖν τοῦ βασιλέως ἐφοδιασθέντες γράμμασιν, οἷς προσετέτακτο, τῇ τὸν πολύτιμον θησαυρὸν ἐχούσῃ πόλει ἐπέστησαν καὶ οὐδὲν ἦν τὸ ἀντιστῆναι δύνασθαι νομιζόμενον, οἱ γὰρ κληρονόμοι τοῦ χρήματος βασιλικῆς ἡττῶντο χειρὸς καὶ ἠνιῶντο μὲν καὶ ἠθύμουν καὶ ἤσχαλλον, ἀντιβῆναι δὲ καὶ μὴ ὑπεῖξαι οὐκ ἔσθενον, ἐνταῦθα ἡ τοῦ μεγάλου δύναμις ἐγνωρίζετο· τούς τε γὰρ λαχόντας καὶ περιστείλαντας τιμῶν καὶ τοῖς κατ' ἐξουσίαν μετάγειν πειρωμένοις δεικνὺς ὡς οὐ πάντων ἐξουσιάζουσιν οὐχ ὥσπερ ἐν τῷ διώκεσθαι πειθήνιος ἦν τὸν οὐκ ἐρίζοντα Χριστὸν οὐδὲ κραυγάζοντα πάντως μιμούμενος, οὕτως καὶ πρὸς τὴν ἀνάκλησιν κατὰ τὸ ἀκούσιον βιάζεσθαι καθίστατο δυνατός, ἀλλ' ἦν ὥσπερ προσπεφυκὼς τῇ ἀκινήτῳ σορῷ καὶ δυσαπόσπαστος ἢ δυσανάγωγος πάντῃ πρὸς τὴν μετάθεσιν· ἀπολιθοῦσθαι γὰρ λέγεται τοῦ ἁγίου τὸ σῶμα καὶ τῇ δυσκινησίᾳ εἰς βάρος λίθου μεταπεποιεῖσθαι ἐδόκει. Ἠπόρουν οὖν οἱ τοῦ βασιλέως θεράποντες, ἠθύμουν οἱ διάκονοι τοῦ προστάγματος, ἐνευθυμίων οἱ κληρονόμοι τὸ χαῖρον τῆς ψυχῆς ἐπίδηλον ἔχοντες. Ἀναφέρεται ταῦτα τῷ βασιλεῖ, γνωρίζεται τῷ ἀρχιερεῖ, τῇ τῶν ἐν τέλει βουλῇ παρ' αὐτοῦ τοῦ κρατοῦντος ἡ τῆς ἀναβολῆς αἰτία ἐπιγινώσκεται. Ὑπόνοιαν ἐδίδου πρὸς τὴν ἐκ προστάγματος ἀντιβαίνειν ἀνάκλησιν, οὐ μνησικακεῖν τοῖς λυπήσασιν. Ἀλλάττεται τὸ σχῆμα τῆς δοξάσης ἐναντίας ἀποστολῆς, ἀμείβεται πρὸς ἱκεσίαν τὰ γράμματα. Αὐτὸς ἐκεῖνος ὁ βασιλεὺς οἰκείᾳ χειρὶ διαχαράττει τὴν δέησιν. Τῷ οἰκουμενικῷ διδασκάλῳ καὶ πνευματικῷ πατρὶ Ἰωάννῃ, τῷ ἁγίῳ καὶ χρυσοστόμῳ πατρὶ καὶ πατριάρχῃ. Ἱκετεύομεν, πάτερ, δουλο 313 πρεπῶς ὡς εὐγνώμονες, οὐ προστάσσομεν βασιλικῶς ὡς καὶ σοῦ κυριεύοντες, ὡς δεσπότην μετακαλούμεθα, οὐχ ὡς ὑποχείριον βιαζόμεθα. Γνησίων τέκνων φίλτρῳ κινούμεθα πατρικὴν ἐπίδειξαι τὴν συμπάθειαν. Ἀπόδος σου τὸν νεκρόν, οἷς καὶ πρότερον ἐπέδωκας σεαυτόν. Ἀδικήσεις ἐπὶ πλέον ἀναβαλλόμενος. Εἴπερ τοῖς ἀγνωμονήσειν πρός σε μέλλουσιν ἐπεδίδους σαυτόν, οὐ γὰρ ἠγνόεις ὁ διορατικώτατος νοῦς τὰ καταληψόμενα, τοῖς ἀξιοχρέους σοι τὰς τιμὰς ἀποδιδόναι προθυμουμένοις ζημιώσεις τὴν προστασίαν σου; Ὡς δὲ μετὰ τῆς τοῦ βασιλέως δεήσεως καὶ τῶν παννύχων ὕμνων καὶ προσευχῶν τὴν προτέραν ἀπόπειραν προσήγαγον τῇ σορῷ, ἦν ἰδεῖν, ὢ τοῦ θαύματος, πάλιν τὴν φυσικὴν ἀπολαβὸν τὸ ἅγιον ἐκεῖνο σῶμα σύνταξιν καὶ κουφότητα, τὴν μετάθεσιν εὐχερῆ καὶ ῥᾴστην τὴν μετακίνησιν, ὥσπερ τινὸς ἐν προαιρετικῇ κινήσει τὸν οἶκον ἀμείβοντος. Καὶ τοῦτο γὰρ λέγεται τὸ θαυμάσιον, ἑαυτὸν ἐπικουφίσαι τὸν ἅγιον τοῖς μετακομίζουσι τοῦτον πρὸς τὴν σορὸν τὴν βασίλειον. Ὥσπερ οὖν οἱ μυρίανδρον ἑλόντες πόλιν καὶ μέγαν κατάγοντες θρίαμβον πολλοὺς τοὺς πρὸς τὴν θέαν συρρέοντας ἔχουσιν, οὕτω δὴ καὶ οἱ τὸ θεῖον ἐκεῖνο σκῆνος κατάγοντες μυρίον εἶχον ὄχλον τὸν παραπέμποντα. Εἴκασεν ἄν τις πόρρωθεν ὢν τὸ τῶν λαμπάδων