Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λό

 ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων

 μετ' ἐκείνην ἄλλο βάρβαρον χωρίον ἄνικμόν τε καὶ ἄχαρι καθ' ἑκάστην ὑπὸ τῶν γειτνιώντων πολιορκούμενον Ἰσαύ 309 ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσ

 Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦ

 γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τ

 πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζο

 καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν 315 εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ

 παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀν

 καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάν

 εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ κα

Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦτον λογισμός τις καὶ ἐδαπάνα οὐκ ἔξω τοῦ πρέποντος ὑπονύττων τοῦτο ὑποτιθεμένου τοῦ δάκνοντος λογισμοῦ καὶ σαλεύοντος καὶ μαθεῖν ἀναζητοῦντος πάσῃ σπουδῇ ποίας ἄρα δόξης τε καὶ τιμῆς ὁ φίλτατός μοι καὶ τίμιος Ἰωάννης, καὶ τίνος τάξεως ἔλαχεν, ᾧ πολλοί τινες διὰ τῶν λόγων πόνοι καὶ συγγραφαὶ καὶ κόσμος ὅλος πεφωτισμένος καὶ πρὸς ἀρετὴν καὶ θεῖον ζῆλον ἐπεστραμμένος. Οὕτως αὐτὸν τὸν εἰρημένον Ἀδέλφιον τοῦ λογισμοῦ ἐκθλίβοντός τε καὶ κατατρύχοντος, ἵνα καί τινος θειοτέρας ἀντιλήψεως αἴσθηται, συντονώτερόν τε καὶ προσκειμένου τῇ ἱκεσίᾳ καὶ ταῖς εὐχαῖς ἐγκαρτεροῦντος καὶ δεομένου ἔδοξέ πως ἐξεστηκέναι καὶ προβῆναι τοῖς οὐρανίοις τῆς τε χειρὸς λαβομένου τινὸς αὐτὸν νεανίου λευχείμονος πρὸς χῶρον ἀγαγεῖν τοῦτον φωτὸς λαμπροτάτου ὑπόπλεων, οὗ πᾶς ὁ τῶν θεῷ ᾠκειωμένων καὶ ἀληθῶν ἀρχιερέων ἐνεσκήνου χορός. Καὶ πάλιν ἡ αὐτὴ ἀπορία καὶ σύγχυσις μὴ συνορωμένου τοῦ ποθουμένου. Ὡς δὲ καὶ ἐξ ὀνόματος ἐμέμνητο καὶ οὐκ ἦν καὶ λοιπὸν στυγνάζων ἐπέμπετο πλήρης ἀνίας καὶ κατηφείας τὸ τριπόθητον χρῆμα μὴ συνορῶν, οἷς ἐπήλπιζε, τὸν χρυσοῦν ὄντως καὶ λόγοις καὶ πράξεσιν, ἕτερός τις τῆς αὐτῆς ὄψεως νεανίας τῆς προοφθείσης τῇ εἰρημένῃ ταύτῃ πολυφώτῳ οἰκίᾳ ὑπηρετῶν 311 τὸ κατηφὲς τῆς ὄψεως θεασάμενος ἠρώτα τὸν τρόπον ἀναμαθεῖν. Ὁ δὲ οὐκ ἀποκρίσεως ἠξίου τῇ λύπῃ κατεσχημένος. Τοῦ δὲ σφοδρότερον ἐγκειμένου καὶ μαθεῖν ζητοῦντος τὶ τὸ τὴν τοσαύτην ποιοῦν ἀνίαν καὶ ἅμα οὐδὲ δίκαιον ἀπιέναι λυπούμενον τοῦτο μόνον εἰπεῖν ἔτι ἀλύοντα καὶ ποσῶς ἐπιστένοντα ὅτι φησὶ τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον Ἰωάννην οὐχ ἑώρακα συνδιαιτώμενον τοῖς παροῦσι. Καὶ τὸν εὐθέως ὑπολαβόντα εἰπεῖν· καὶ οἴει τοῦτόν τινα τῶν ἐν σώματι ὅπου ποτ' ἔστιν ἐκεῖνος ἰδεῖν καὶ ἧς μετέσχηκε τάξεως; Καὶ οὐ παρέστηκεν ἡ μακαριωτάτη φύσις ἐκείνη, καὶ τολμηρὸν εἰπεῖν ὑπὲρ ἄνθρωπον. Ταύτην λαβὼν τοῦ τέως ἐνδοιαζομένου καὶ τυραννοῦντος τὸν λογισμὸν ὁ ἱερὸς οὗτος Ἀδέλφιος ἀληθεστάτην ἀπόκρισιν δοξάζων ἦν τὸν Θεόν, τὸν πολλαπλασίως ἀποδιδόντα τῶν πιστῶς ἐλπιζομένων τὰς ἀμοιβὰς καὶ χάρισι τιμῶντα ταῖς ἀνωτάτω καὶ νοῦ καταλήψεως. Ἐπεὶ δὲ ἡ θεία δίκη τὴν μαινάδα ἐκείνην καὶ διώκτριαν δικαίως ἐδίκασε καὶ σκωλήκων βρώσει τὸν βίον οἰκτρῶς ἐδικαίωσε καταστρέψαι ὥστε μηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν οἰκείων αὐτῆς κακῶν, ἀλλὰ καὶ τὸ σῶμα τελευταῖον παρὰ θεοῦ πλήττεται πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον αὐτῆς ἀποτινούσης ἃ ἥρπασε καὶ θριαμβευούσης ἃ εἰς τὸν ἅγιον ἔδρασε Θεοφίλου τε λιθώδει καὶ οἷα τὰ ἐκ νεφρῶν πάθη περιπεσόντος καὶ βιαίως τὸ ζῆν ἀπορρήξαντος τῶν τε λοιπῶν κατηγόρων, τῶν τὴν ἐξορίαν ἐξηρτυκότων τοῦ ἁγίου, αὖθις διαφόροις πληγαῖς καὶ νόσοις θεηλάτοις τῆς ζωῆς τὸν θάνατον ἀνταλλαττομένων, αὐτοῦ δὲ τοῦ βασιλέως Ἀρκαδίου τὸ κοινὸν καὶ πᾶσιν ὀφειλόμενον πιόντος τοῦ θανάτου ποτήριον καὶ Θεοδοσίου, τοῦ ἐκείνου παιδός, τὰ πατρῷα σκῆπτρα κληρωσαμένου, ὁ μεταξὺ χρόνος εἰς ἀρχιερέα θεοῦ θείᾳ ψήφῳ προὐβάλλετο ἄνδρα ἱερόν τε καὶ ἅγιον τῷ διδασκαλικῷ τοῦ μεγάλου Ἰωάννου γάλακτι ἐκτραφέντα. Πρόκλος δὲ ἦν ὁ πάλαι περιόντι τὰ μυστικώτατα τούτῳ διακονησάμενος. Τῷ τοίνυν τετάρτῳ ἔτει τῆς αὐτοῦ ἀρχιερατείας τὸ καταλειφθὲν τῆς ἐκκλησίας ἐγκάρδιον, οἷόν τι μνήμης ἐμπύρευμα, θείῳ πνεύματι κινηθέν τε καὶ ἀναζέσαν ὡς εἶδεν ὥσπερ αἰθρίαν τὸν κόσμον ἐπιλαβοῦσαν καὶ ἀναλάμψασαν καὶ τὰ τοῦ φθόνου διασκεδασθέντα νέφη, ὃς πρὸς μὲν τὸ ἀντιβαῖνον εἴωθε διεγείρεσθαι, πρὸς δὲ τὸ ἐκποδὼν ὃν ὑπολωφᾶν καὶ μαραίνεσθαι, ἡνίκα ἡ ἐπαινετὴ πρᾶξις ἐφ' ἑαυτῆς θεωρουμένη θαυμάζεσθαι τὸν ἐργάτην ποιεῖ. Τοῦτον οὖν τὸν καιρὸν παρρησίας ἑαυτοῖς καὶ δυσχερῶν ἀπολύσεως νομίσαντες ἐπιτήδειον, πάνδημον ἐποιοῦντο πρεσβείαν πρὸς τὸν τῶν ἱερῶν προεστῶτα πραγμάτων πεῖσαι δεόμενοι τὴν βασιλέως