Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λό

 ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων

 μετ' ἐκείνην ἄλλο βάρβαρον χωρίον ἄνικμόν τε καὶ ἄχαρι καθ' ἑκάστην ὑπὸ τῶν γειτνιώντων πολιορκούμενον Ἰσαύ 309 ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσ

 Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦ

 γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τ

 πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζο

 καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν 315 εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ

 παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀν

 καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάν

 εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ κα

καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάντων τῶν τιμιωτάτων κεφάλαιον, τὰς τούτων τιμάς τε καὶ πανηγύρεις ἐμπνέοντες, ταύτας αἰσίως διατιθέντες, ἐν τούτοις στρεφόμενοι. Οἶδα γὰρ ὑμῶν τὰς παννύχους στάσεις καὶ ἀγρυπνίας, τὰς ψαλμῳδίας καὶ τοὺς ὕμνους τοὺς ἱερούς, τὴν ἀκρόασιν τῶν λογίων τοῦ πνεύματος καὶ πρός γε τούτοις καὶ τοῦ ἡμετέρου θείου καὶ σοφοῦ Χρυσοστόμου καὶ τὴν πρὸς θεὸν ἀνάβασιν ἢ ἐκδημίαν καὶ μεταχώρησιν, ἐκείνου τοῦ μεγάλου νοῦ τὰ θεῖα καὶ γεννήματα καὶ προβλήματα. ∆ιὰ τοῦτο πειστέον ταῖς αὐτοῦ εἰσηγήσεσιν· οὗτος γὰρ ἀληθῶς ὁ τῆς οἰκουμένης φωστήρ, ζωῆς ἐν κόσμῳ λόγον ἐπέχων, ὁ τῶν ἐκκλησιῶν στύλος, τῶν πιστῶν τὸ προπύργιον, ὁ ἀπλανὴς ὁδηγὸς ὁ καλὸς γεωργὸς τῶν ἡμετέρων ψυχῶν, ὁ μόνον καὶ μνημονευόμενος ἡδονὴ καὶ γλυκύτης, ὃν οὕτως διαφερόντως ἀγάμεθα καὶ οὕτως αὐτοῦ ἐξηρτήμεθα καὶ οὕτως τῇ περὶ αὐτοῦ μνήμῃ συνεδήσαμεν τὰς ψυχάς, ὡς ἀπό τινος χρυσῆς σειρᾶς ἀδόλου καὶ πιστῆς διαθέσεως ἐκκρεμάμενοι. Ὑπέρευγε τοσούτου καλοῦ χαρισθέντος ἡμῖν εἰς ἀπόλαυσιν. Χρυσοστόμου ὁ μνησθεὶς πάντων τῶν φαύλων ἀπέσχετο· ἐκείνου γὰρ ὁ ἄμεμπτος καὶ θεάρεστος βίος ἡγίασε καὶ ἐτίμησε, διὸ καὶ παρ' ἡμῶν ἀεὶ φιλεῖται καὶ τιμᾶται καὶ μακαρίζεται. Εἴ τι καλὸν τῷ βίῳ τῶν ἀνθρώπων ἐμπολιτεύεται, εἴ τι σεμνότητος ἄξιον, εἴ τι πολιτείας θεοφιλεστάτης ἐχόμενον ἐκ τούτου εὕρηται καὶ κατόρθωται. Κενὸς ἂν ἦν ὁ κόσμος παντὸς ἀγαθοῦ τοῦ πρὸς θεὸν βλέποντος, εἰ μὴ τῆς ἀγαθῆς ῥίζης ἐτύχομεν τοῦ σοφοῦ κήρυκος, τοῦ ἀπλανοῦς ὁδηγοῦ, τοῦ ἀνεσπέρου φωτὸς καὶ λαμπροτάτου. Ὀργᾷ τὸ πνεῦμα καὶ γέγηθε καὶ ὥσπερ περιζέει τὸ φίλτρον καὶ διανίσταται καὶ οὐκ ἐθέλει τῆς περὶ τούτου μνήμης ὁ λόγος ἀφέλκεσθαι. Αἴθε πως ἦν καὶ διαβῆναι μόνον δι' ἀρετῆς πρὸς αὐτόν. Αἴθε συνεῖναι τῷ ποθουμένῳ καὶ τοῦτο μόνον ἡγεῖσθαι χαρὰν καὶ ἀπόλαυσιν· τὶ γὰρ καὶ τοῦ μόνον ἐκείνου μεμνῆσθαι γλυκύτερον; τὶ δὲ τοῦ διὰ γλώσσης τοῦτον ἔχειν ἐπιτερπέστερον; Οὕτω σοφῶς ἑαυτοὺς οἰκονομοῦντες καὶ σωτηρίας χαριέστερον ἐντευξόμεθα τῆς προσδοκωμένης. Ἀλλ' ὦ στόμα πάγχρυσον τοῦ Χριστοῦ, ὦ σάλπιγξ οὐρανία τοῦ πνεύματος, ὦ θεωρὲ καὶ κῆρυξ τοῦ ἀνάρχου πατρός, ὁ τῆς ἁγίας Τριάδος ὑποφήτης καὶ εὐαγγελιστὴς ἀληθής, ὁ ἀμέσως ὑπὲρ ἡμῶν ἐντυγχάνων καὶ πρεσβεύων τῇ ἁγίᾳ καὶ τρισηλίῳ θεότητι, αἴτησαι παρὰ θεοῦ εἰρήνην ταῖς ἐκκλησίαις, ἃς ταῖς σαῖς διδαχαῖς ἐφώτισας, ἵνα ἡμῖν αἱ πανηγύρεις αὗται φιλοτιμότερον ἄγωνται. Μὴ πλεονεξία, ἥτις ἐστὶ δευτέρα εἰδωλολατρεία, ἄρῃ καθ' ἡμῶν κεφαλήν. Μὴ ζιζάνιον χρυσομανίας ἐγερθὲν ἀποπνίξῃ τὸν σῖτον τῆς σῆς μεταδοτικῆς διδασκαλίας τῆς εἰς τοὺς δεομένους. Μή τις πέτρα γένηται καθ' 319 ἡμῶν τὸ στερρὸν ὑποφαίνουσα τῆς κακίας λειπομένη τῆς πιότητος τῆς σῆς ταπεινοφροσύνης καὶ ἄρριζον ἀποδειχθῇ τῶν σῶν σπερμάτων τὸ καλὸν καὶ πίον γεώργιον. Χρήζομεν τῆς ἀπὸ σοῦ ὠφελείας καὶ τῶν πολλῶν καὶ μεγάλων σου εὐεργεσιῶν τὴν ἄφθονον δαψίλειαν ἐπιζητοῦμεν. Πρέσβευσον ὑπὲρ τῆς σῆς ἁγίας ποίμνης πρὸς τὸν κοινὸν θεὸν καὶ βασιλέα ταῖς σαῖς εὐχαῖς τίμιε καὶ παντὸς τοῦ κόσμου ἰσοστάσιε ἄνθρωπε λυθῆναι τὰ ἡμῶν πλημμελήματα. Ἔχεις πολλοὺς τῇ σῇ μεγαλειότητι συμπρεσβεύοντας, τούτους συμπρεσβευτὰς συμπαράλαβε. Ἄθροισον τὸν χορὸν τῶν σοφῶν ἀποστόλων καὶ μετὰ τούτων δεήθητι ὡς τούτων ὑπάρχων ὁμότροπος. Ὑπόμνησον αὐτοὺς ἃ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκακοπάθησαν, ὑπὲρ ὧν τοὺς κινδύνους ὑπήνεγκαν καὶ τὰς ἁλύσεις ἐφόρεσαν, ὑπὲρ ὧν καὶ μελῶν ἠκρωτηριάσθησαν καὶ τοῦ ζῆν βιαίως ἀφῄρηνται, ὑπὲρ ὧν διὰ πυρὸς καὶ ὕδατος προφητικῶς εἰπεῖν διήλθωσαν. Ὑφορώμεθα τὰς ἀπὸ τοῦ πονηροῦ εἰσαγομένας ἡμῖν παγίδας. Προσδοκῶμέν τι τῶν ὀχληρῶν τοῦτο τῆς πονηρᾶς ἐννοίας ἀποτικτούσης, μήπως εἴδωλον ἁμαρτίας ἐν ἡμῖν μορφωθὲν πόρρω τῆς σῆς διδασκαλίας ἀπώσηται. Εἰ γὰρ καὶ ὑπερέβης τὸν βίον καὶ μετὰ ἀγγέλων τῷ θεῷ ὡς ἄϋλός τις καὶ οὐράνιος λειτουργεῖς καὶ δοξάζεις, ἀλλ' οἶδας, ὡς ὀλισθηρὰ καὶ