Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λό

 ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων

 μετ' ἐκείνην ἄλλο βάρβαρον χωρίον ἄνικμόν τε καὶ ἄχαρι καθ' ἑκάστην ὑπὸ τῶν γειτνιώντων πολιορκούμενον Ἰσαύ 309 ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσ

 Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦ

 γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τ

 πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζο

 καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν 315 εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ

 παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀν

 καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάν

 εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ κα

ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων τὸν λέοντα τεκμαιρομένοι καὶ ἀπὸ τῆς κρόκης τὸ ὕφασμα ἢ καὶ τὸ πᾶσι δῆλον τὸ δένδρον ἐκ τοῦ καρποῦ. Τὰ μὲν οὖν ἄλλα λεγόντων τε καὶ γραφόντων ἐστὶν ἀκούειν πολλῶν καὶ ὅσοι τῆς λογικῆς παιδείας καὶ τῶν ταύτης ὀργίων οὐ πάντῃ ἀμύητοι καὶ τοῦ μουσικοῦ κρατῆρος ἀπώναντο. Τοσοῦτοι γὰρ τὰ ἐκείνου θαυμάζουσιν, ὅσοι σχεδὸν καὶ λόγου μετέχουσι. Τὰ δ' ὅσα πρὸς τὴν παροῦσαν ἡμέραν τείνει καὶ ἃ διεξιὼν οὐ περιττὸς ἴσως δόξω καὶ ὀχληρός, ταῦτα δὴ διεξέρχομαι. Ἦν ὅτε καλῶς εἶχε τῷ λαῷ Κυρίου τὰ πράγματα καὶ ταῖς ἐκκλησίαις Θεοῦ τὸ ἀστασίαστον ἐνεπολιτεύετο καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη ὥσπερ τις κλῆρος πατρῷος ἐτηρεῖτο καὶ ἐφυλάττετο καὶ τὸ Χριστοῦ γεώργιον ἐπληθύνετο καὶ πάντες ἔσπευδον ἐκζητεῖν τὸν θεὸν καὶ ταῖς τρίβοις τῶν θείων αὐτοῦ πορεύεσθαι ἐντολῶν, ὅταν ὁ μέγας οὗτος τῆς ὀρθοδοξίας κανὼν, ἡ ποτιμωτάτη τῶν λόγων καὶ ἀέναος θάλασσα, ἡ τῆς σοφίας ἀκρόπολις, ἡ ὡς ἀληθῶς οὐρανία φωνή, τὸ τοῦ θείου Πνεύματος καταγώγιον, ἡ σάλπιγξ τοῦ σωτηρίου κηρύγματος, ὁ τῆς οἰκουμένης ἄδυτος ἥλιος, τὸ τῆς ἐκκλησίας ἐμπρέπον ἱερῷ στερεώματι τὴν περίγειον πᾶσαν οἰκουμένης διηύγαζε καὶ ταῖς ἀστραπηφόροις ἀκτίσιν αὐτοῦ τῶν λόγων ὁ κόσμος κατεφαιδρύνετο καὶ πάντες ἐκ τοῦ καταρρύτου καὶ εὐώδους αὐτοῦ λειμῶνος τὰ παντοδαπὰ καὶ ποικίλα ἄνθη 308 τῶν ἀρετῶν ἀπεδρέποντο καὶ τὰ τῆς διανοίας ἀπεπλήρουν προκόλπια καὶ πάντας εἶχε παιδευομένους καλῶς καὶ ἐκτρεφομένους ἐπὶ ζωηφόρους νομὰς καὶ ἐφ' ὕδωρ πνευματικῆς ἀναπαύσεως. Ἐπεὶ δὲ τὴν τοσαύτην τῶν ἀγαθῶν φορὰν οὐκ ἔμελλε πράως οἴσειν ὁ φθόνος, ἐκ τῶν ἀνακτορικῶν θαλάμων αἱ συσκευαὶ καὶ ἡ ἄδικος ἐξορία συνερράπτετό τε καὶ ἐξηρτύετο. Τὸ γὰρ βασιλέως γύναιον χρυσομανίας κάτοχον ὂν καὶ τοῖς ἑτέρων καὶ μὴ προσήκουσι χρήμασιν ἐποφθαλμιῶν ἐμίσησε τὸν ἐν πύλαις ἐλέγχοντα. Ὡς ἀπόλοιτο ἐξ ἀνθρώπων ἡ τοῦ πλείονος ἔφεσις καὶ ἡ σύντροφος αὐτῇ ἀπληστία καὶ ἀσωτία καὶ ὁ ταύτην κακῶς παραδείξας ἀπ' ἀρχῆς ἀνθρωποκτόνος διάβολος. Ὅσας γὰρ καὶ οἵας ὁ δίκαιος οὗτος καὶ τοῦ θεοῦ ὄντως ἄνθρωπος ψυχωφελεῖς παραινέσεις ἐκ θείων νόμων καὶ διδαχῶν καθ' ἑκάστην τῇ ἀπλήστῳ ταύτῃ καὶ μιαρᾷ ἐπῇδε βασιλίσσῃ ἀνελλιπῶς ὑμῖν ἐστι τῷ τούτου περιτυχοῦσι βίῳ μαθεῖν. Ἀλλ' αὕτη πᾶσαν ἀπωσαμένη καὶ σύνεσιν καὶ αἰδῶ πρὸς τὰς θείας καὶ σωτηριώδεις ἐπῳδὰς δυσχερῶς εἶχε καὶ βαρέως καὶ ἐπαχθῶς μᾶλλον διετίθετο τῷ ἁγίῳ κακῶς καθ' ἑαυτὴν πρὸ τοῦ ἀνοίᾳ βουλευσαμένη καὶ κακῶς φρενὸς ἐπαφῆκε κατὰ τῆς μακαρίας ἐκείνης καὶ ἁγίας ψυχῆς. Τοῖς οὖν τοιούτοις παναισχίστοις συνεργοῖς καὶ συμπράκτορσιν ἡ μαινὰς ἐκείνη χρωμένη καὶ δαιμονῶσα καὶ κακῶν προαχθεῖσα γεννητόρων καὶ διδαγμάτων κινεῖ κατὰ τῆς ἀλήπτου ψυχῆς ἐκείνης καὶ σεβασμίας, ἃς ἤδη συνήγαγε μαγγανείας καὶ τερατείας. Καὶ μέντοι ἡ σολομώντιος βδέλλα καὶ ῥυπαρὰ συνεργὸν πλουτοῦσα τὸν κοινωνὸν τοῦ λέχους καὶ τῆς ἀνοίας, ἴστε τὰ τολμηθέντα, τὴν ὑπερορίαν καὶ τὰ μέχρι τοῦ δεῦρο κροτούμενα. Ἀλλ' ἐπανακτέον τὸν λόγον πρὸς τὴν νύσσαν τῆς ὑποθέσεως. Καὶ πρῶτα μὲν τὴν βασιλέως ὑποποιεῖται ἁπλότητα ἢ τό γε ἀληθὲς εἰπεῖν μᾶλλον κουφότητα, καὶ γὰρ ἥμερος ἦν τῷ ὄντι καὶ γυναικώδης ὁ βασιλεύς, ἔπειτα τοὺς τὴν ἱερατικὴν ἀνελευθέρως ὑποκρινομένους σκηνὴν καὶ τὸ πρᾶγμα κακῶς καπηλεύοντας, οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς πεπαυμένους τοῦ ἱερᾶσθαι τῇ Ἰωάννου κρίσει διὰ τὴν οἰκείαν τῶν τρόπων φαυλότητα κοινωνοὺς ποιησαμένη τοσούτου τολμήματος τὴν ἄδικον ἐξορίαν κυροῖ κατ' αὐτοῦ καὶ τὴν τῆς ἐκκλησίας περιαιρεῖται εὐπρέπειαν καὶ πενθίμῳ ταύτην ὑποβάλλει κουρᾷ ἡ νέα Ἰεζάβελ καὶ ∆αλιδᾶ τὸν κόσμον αὐτῆς λυμηναμένη καὶ διαρρήξασα ὡς οἷα γρομφὶς ἀναιδὴς καὶ βορβόρῳ καλινδουμένη καὶ ἀποσπαίρουσα. Τὶς ἡ ὑπερορία; Κουκουσός, πολίχνη τις ἔρημος καὶ θείας πίστεως καὶ φόβου θείου ἐπιδεής, καὶ μετὰ ταύτην Ἀραβισσὸς καὶ