οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
υἱοὶ αὐτῶν συλ λέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταὶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργήσωσί με." Οἱ υἱοὶ τὰ ξύλα συλλέγουσιν, οἱ πατέρες τὸ πῦρ ἀνα καίουσι, τὰ γύναια τρίβουσι τὸ σταὶς, ἵνα μηδὲν ἔξω τῆς ἁμαρτίας εὑρίσκηται· πάνυ δὲ τὴν ἁμαρτίαν ἐργαζόμενοι, δικαίως ἀκούσουσιν. "Ὅτι σὺ ἐπίγνω σιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι. Καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου." Φιλονεικεῖ γὰρ ἀεὶ τῷ μεγέθει τῶν ἁμαρτημάτων ὁ τῆς κολάσεως τρόπος, καὶ τοῖς ἐπται σμένοις ἀκολουθεῖν ἀνάγκη τὴν ἁμαρτίαν ἰσόῤ ῥοπον. Τί δ' ἂν γένοιτο μεῖζον εἰς τὸ παθεῖν ἃ προσ ῆκεν ἢ χαλεπώτερον τοῖς ἐπὶ τοσούτῳ ἑαλωκόσιν, ἢ τῆς μὲν θείας ἱερουργίας ἀπείργεσθαι, ζημιοῦσθαι δὲ τὴν αὐτοῖς ὑπάρχουσαν παρὰ Θεῷ μνήμην, δι' ἣν τοῦ εὖ εἶναι λαχόντες πάσης, ὡς ἔπος εἰπεῖν, εὐθυ μίας διετέλουν ὄντες ἀπροσδεεῖς; Ἀλλὰ γὰρ ἡ εὐπρα γία δεινόν τι χρῆμα, καὶ τοῖς ἀνοήτοις ἀφόρητον. Ὅταν δὲ δὴ καὶ οὓς ἔχειν αὐτὴν ἥκιστα χρὴ, φαί νωνται πορισάμενοι, τότε καὶ πρόφασις ἀπονοίας τοῖς κεκτημένοις εὑρίσκεται. Τοῦτο παθόντες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς τοῦ ∆εσπότου φιλανθρωπίας ὑπερ φρονήσαντες, τὸν μὲν θεῖον ὅτι προσήκει φυλάττειν νόμον οὐκ εἰδέναι θελήσαντες, ῥᾳθυμίας δὲ πάσης 77.424 προθυμότερον ἀντεχόμενοι πρὸς ἀλλοκότους ἐπιθυ μίας ἐκβαίνειν ἐπείγοντα· οὐχ ὅσα τῷ νομοθέτῃ δο κεῖ χρῆναι ποιεῖν βουλόμενοι, ἀλλὰ νόμον ἑαυτοῖς τὴν οἰκείαν ὁριζόμενοι βούλησιν, καὶ μόνοις τοῖς ἑαυτῶν παιδαγωγούμενοι διατάγμασιν. Οὕτως ἔχον τας γνώμης, καὶ τοῦτον διακειμένους τὸν τρόπον, εὐλόγως θρηνοῦντες, οἱ ἅγιοι λέγουσιν· "Ἀκούσατε λόγον Κυρίου, ὅτι ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον. Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθῇ τοῦ ἀναστῆναι." Καὶ πάλιν· "Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν· καὶ πρὸς τὰς σοφὰς ἐξαποστείλατε, καὶ φθεγξάσθωσαν, καὶ λαβέτωσαν ἐφ' ὑμᾶς θρῆνον, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου." Ὁ δέ γε προ φήτης Ἱερεμίας, ὥσπερ ἤδη κακωθέντας ὁρῶν, καὶ τῆς τιμωρίας ὄντας οὐ μακρὰν, αὐτοὺς ἐφ' ἑαυτοὺς θρηνοῦντας εἰσάγει, καὶ λέγοντας· "Ἤγγικεν ὁ και ρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστι τὸ πέρας ἡμῶν. Κοῦφος ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ." Πλάνης τοιγαροῦν τοσ αύτης καταλαβούσης τὰ σύμπαντα, καὶ πάσης ὑπὸ τοῦ διαβόλου τῆς ὑφ' ἡλίῳ κεκρατημένης, "Ἐπλά τυνεν ὁ ᾅδης, καθά φησιν ὁ προφήτης, τὴν ψυχὴν αὐτοῦ, καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλι πεῖν." Ἕλληνες μὲν γὰρ εἰς πολυθεΐαν ἐξ ἀβου λίας πολλῆς ὀλισθήσαντες, καὶ ἀλλάξαντες τὴν δόξαν τοῦ μεγάλου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρ πετῶν· ὥσπερ ἐξ οὐρίας ἐπὶ τὸ πλεῖν ἐπειγόμενοι, τρέχοντες ἦσαν ἐπὶ τὸν τοῦ θανάτου μυχόν. Ἰουδαῖοι δὲ τῆς δοθείσης αὐτοῖς ἐντολῆς ὀλιγωρήσαντες, μᾶλ λον δὲ εἰς τοσαύτην ἐκβεβηκότες ἀμαθίαν, ὡς νομί ζειν εἶναί που καὶ δυσκλεὲς ἐκεῖνα πράττοντας φαί νεσθαι, δι' ὧν ἦν αὐτοῖς τῆς ἀρίστης πολιτείας τὴν ψῆφον κερδαίνειν ἐπάναγκες, τὴν αὐτὴν ἐκείνοις βαδίζειν ἠπείγοντο. Ἀλλ' ὥσπερ νυκτὶ καὶ σκότῳ γῆς τε καὶ θαλάττης κατειλημμένων, ὁ πάντων ∆ε σπότης καὶ Θεὸς, τῶν ἐπὶ γῆς ἑαυτοῦ ποιημάτων τὸ κάλλιστον, τὸν ἄνθρωπον λέγω, περιϊδεῖν οὐκ ἐκαρτέ ρησεν ἀπολλύμενον, ἀλλὰ, καθάπερ ἀνιάτῳ περιπε σοῦσαν νοσήματι τὴν ἀνθρώπου φύσιν ὁρῶν, πέμπει πρὸς ἡμᾶς τὸν ἑαυτοῦ Λόγον, τὸν μόνον τοῦ διαβόλου καθελόντα τὴν τυραννίδα δυνάμενον, καὶ τῶν συν εχόντων ἡμᾶς ἀπαλλάξαι κακῶν. Ὃς τὴν ἡμετέραν ὁμοίωσιν ἀναλαβὼν, καὶ γενόμενος ἄνθρωπος, καὶ διὰ τῆς ἁγίας Παρθένου Μαρίας τεχθεὶς, οὐχ ὅπερ ἦν ἀναλαβὼν, ἀλλ' ὅπερ οὐκ ἦν προσλαβὼν, τὴν ἡμετέραν σωτηρίαν ἐργάζεται. "Μένει δὲ, καθάπερ ὁ Παῦλός φησι, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας·" οὐ τροπήν τινα τῆς θεότητος ἢ παρ αλλαγήν τινα ὑπομείνας διὰ τῆς ἐνανθρωπήσεως· ἀλλ' ὢν ὅπερ ἦν, καὶ ἔσται διαπαντός. Οὗτος ἐπι δημήσας τῷ κόσμῳ, τὸν πάλαι