1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

ἤτοι τῆς κατ' αὐτὴν ἑρμηνείας συμβάν, τὸ τινὰ μὲν ὑπερβατὰ λέγειν, τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι. πολλὴ δὲ καὶ τούτων ἡ χρῆσις οὐ μόνον ἐπὶ τῆς παλαιᾶς ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς διαθήκης· ὁ γὰρ ἀπόστολος εἰς ἀπόδειξιν τοῦ αὐτῷ προκειμένου μνησθεὶς τοῦ τε Ἠσαῦ καὶ τοῦ Ἰακὼβ οὕτω φησίν· μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, ἀντὶ τοῦ «ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή»· οὐ γὰρ κατὰ τὴν οἰκείαν πρόθεσιν ὁ θεὸς τὸν μὲν ἐξελέξατο, τὸν δὲ ἀπώσατο-ἀμφοτέρους γὰρ τό γε ἐπ' αὐτῷ ἐβούλετο εἶναι καλούς-ἀλλὰ κατὰ τὴν ἑκατέρου τούτων πρόθεσιν τὴν ἐκλογὴν ἐποιήσατο, τὸν μὲν ἀγαπήσας διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως, τὸν δὲ μισήσας διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ' ὧ δῆλον ὅτι τὴν κατὰ πρόθεσιν ἐκλογὴν καὶ οὐ τὴν κατ' ἐκλογὴν πρόθεσιν βούλεται ὁ ἀπόστολος λέγειν. Rom 9,14-21 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. ἐπειδὴ προγενέσεως τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακὼβ φαίνεται ὁ θεὸς τὸν μὲν προσιέμενος τὸν δὲ μισήσας, ἀδικία δὲ ἐδόκει εἶναι τοῦτο παρὰ τοῖς μὴ λογιζομένοις τὴν κατὰ πρόγνωσιν τοῦ θεοῦ δικαιοκρισίαν, διδάσκει μὴ ψιλῶς ἕπεσθαι τῷ παραδείγματι, ἐπεὶ πολλὰ καὶ ἄλλα τοιαῦτα περὶ τοῦ θεοῦ ἐν ταῖς γραφαῖς εἴρηται βαθυτέραν ἔχοντα τὴν διάνοιαν. ἰδοὺ γὰρ Μωϋσεῖ λέγει θεός· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν κατὰ σὲ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ περισσός ἐστιν ὁ σπουδάζων. ἀλλ' οὐχ οὕτως ἔχει· οὐ γὰρ ἄδικος ὁ θεὸς ὥστε μὴ ἑκάστῳ τὸ κατ' ἀξίαν δοῦναι. λέγει οὖν, φησίν, οὐ πάντας ἀλλὰ τὸν ἄξιον. καὶ πάλιν λέγει ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. οὐκοῦν οὐχ ὁ Φαραὼ αἴτιος, ἀλλ' ὁ ἐγείρας αὐτὸν πρὸς ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως. ἀλλ' οὐδὲ τοῦτο οὕτως ἔχει· οὐ γὰρ ἂν αὐτὸν ἐξήγειρε καίτοι δι' αὐτοῦ σωφρονίζων τοὺς ἄλλους, εἰ μὴ ἀνίατα αὐτὸν νοσοῦντα προεώρα. εἰ δὲ οὐδὲν ἐφ' ἡμῖν ὡς οἴει, φησίν, ὦ 99 ἄνθρωπε, ἐν δὲ τῷ θεῷ τὰ πάντα, καὶ τὸ σκληρύνεσθαι τὸν Φαραὼ καὶ ἐλεεῖσθαι ἕτερον, ἀκολούθως ἂν εἴποις· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; εἰ γὰρ πάντα αὐτὸς ἐνεργεῖ δι' ἡμῶν, ἡμεῖς οὐδενός ἐσμεν ἐν ἐξουσίᾳ ὧν πράττομεν. μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; καὶ τὰ ἑξῆς. πάντα τὰ προλαβόντα διορθούμενος ἐπιτιμᾷ μὲν ὡς τολμηρῶς περιεργαζομένοις τὴν βούλησιν τοῦ θεοῦ, δείκνυσι δὲ καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν εὐτέλειαν παραλαμβάνων ἁρμόζουσαν εἰκόνα τὸν τοῦ κεραμέως πηλόν. τί γὰρ περιεργάζῃ, φησί, τὸν δημιουργόν; οἶδεν ὁ κεραμεύς, ὅπως χρήσηται τῷ πηλῷ καὶ ποῖα εἰς ἀτιμίαν σκεύη καὶ ποῖα εἰς τιμὴν αὐτῷ ποιητέον. δεῖ δὲ τὸν πηλὸν ὄντα πηλόν, μὴ κρίνειν τοῦ δημιουργοῦ τὴν τέχνην· εἰ γὰρ καὶ δοκεῖς αἴσθησιν λογικὴν ἔχειν, ὦ ἄνθρωπε, ἀλλ' ἴσθι τοσοῦτον ἀπολιμπανόμενος τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τέχνης ὅσον ἀναίσθητος πηλὸς τῆς τοῦ κεραμέως βουλήσεως. μὴ τοίνυν τόλμα κατηγορεῖν τοῦ θεοῦ μηδὲ ὡς ἔτυχε τὸν μὲν ἐλεεῖν τὸν δὲ σκληρύνειν νόμιζε, ἀλλὰ κατὰ τὴν τῆς προγνώσεως δύναμιν τὸ κατ' ἀξίαν ἑκάστῳ ἀποδιδόναι. ὥστε οὐχ ὁ προγινώσκων αἴτιος, ἀλλ' οἱ προγινωσκόμενοι ἐφ' οἷς ἔστι τὸ εἶναι κακοῖς καὶ μή. ὅτι γὰρ ἐν ἡμῖν τοῦτο, ἐν ἑτέροις διδάσκει· περὶ γὰρ χρυσῶν καὶ ἀργυρῶν καὶ ὀστρακίνων σκευῶν διαλαμβάνων φησίν· ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον· ὥστε ἡμεῖς μὲν τὴν αἰτίαν παρέχομεν, ὁ δὲ θεὸς τὸ κατ' ἀξίαν ἀποδίδωσιν. μὴ τοίνυν, εἴ τι κατὰ πρόγνωσιν οἰκονομῶν ὁ θεός, ἢ τὸν Φαραὼ ἐξήγειρεν ἢ τὸν Ἠσαῦ ἐμίσησε καὶ τὸν Ἰακὼβ ἠγάπησε, νομιζέτω τις διὰ ταῦτα μηδὲν ἐφ' ἡμῖν εἶναι, ἀλλὰ περικεκόφθαι ἡμᾶς τῆς αὐτεξουσιότητος. ἔνιοι δὲ