ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν, ὅν γε ᾤοντο πάντες Ἀθηναῖοι περιπατοῦν ἄγαλμα σοφίας τυγχάνειν, εἰ μὴ μέθη καὶ παραφροσύνη καὶ τὸ τῶν ∆ιονυσίων τῆς ἑορτῆς καὶ παννυχίδος ἀνειμένον, ὑπὸ γέλωτος καὶ ὀλιγωρίας καὶ τῶν εὐκόλων καὶ σφαλερῶν παθῶν ἐπὶ τοῖς ἀνθρώποις ἐξευρημένων, πρῶτος Ἀριστοφάνης ἐπὶ διεφθαρμέναις ψυχαῖς τὸν γέλωτα ἐπεισαγαγὼν καὶ τὰ ὑπὸ τῆς σκηνῆς κινήσας ὑπορχήματα, τότε θέατρον ἀνέπεισεν, ἐπὶ τοσαύτῃ σοφίᾳ ψυλλῶν πηδήματα καταμωκώμενος, καὶ νεφελῶν διαγράφων εἴδη καὶ σχήματα καὶ τἄλλα ὅσα κωμῳδία ληρεῖν 6.2.5 εἴωθεν εἰς γέλωτος κίνησιν. ὡς δὲ εἶδον ἐγκεκλικὸς πρὸς τὴν ἡδονὴν τὸ θέατρον, κατηγορίας ἥψαντό τινες, καὶ τὴν ἀσεβῆ γραφὴν εἰς ἐκεῖνον ἐτόλμησαν, καὶ δῆμος ὅλος ἐπ' ἀν6.2.6 δρὸς ἠτύχει φόνῳ. ἔστι γὰρ ἐκ τῶν χρόνων λογιζομένῳ συλλαβεῖν ὅτι, Σωκράτους ἀπελθόντος βιαίως, οὐδὲν ἔτι λαμπρὸν Ἀθηναίοις ἐπράχθη, ἀλλ' ἥ τε πόλις ὑπέδωκεν, καὶ διὰ τὴν πόλιν τὰ τῆς Ἑλλάδος ἅπαντα συνεφθάρη· 6.2.7 οὕτω καὶ τότε συνορᾶν ἐξῆν τὸ κατὰ Σώπατρον ἐπιβούλευμα. ἡ μὲν γὰρ Κωνσταντινούπολις, τὸ ἀρχαῖον Βυζάντιον, κατὰ μὲν τοὺς παλαιοὺς χρόνους Ἀθηναίοις παρεῖχε τὴν σιτοπομπίαν, καὶ περιττὸν ἦν τὸ ἐκεῖθεν ἀγώγιμον· 6.2.8 ἐν δὲ τοῖς καθ' ἡμᾶς καιροῖς, οὐδὲ τὸ ἀπ' Αἰγύπτου πλῆθος τῶν ὁλκάδων, οὐδὲ τὸ ἐξ Ἀσίας ἁπάσης, Συρίας τε καὶ Φοινίκης καὶ τῶν ἄλλων ἐθνῶν συμφερόμενον πλῆθος σίτου, κατὰ ἀπαγωγὴν φόρου, ἐμπλῆσαι καὶ κορέσαι τὸν μεθύοντα δύναται δῆμον, ὃν Κωνσταντῖνος, τὰς ἄλλας χηρώσας πόλεις ἀνθρώπων, εἰς τὸ Βυζάντιον μετέστησε, καὶ πρὸς τοὺς ἐν τοῖς θεάτροις κρότους παραβλυζόντων κραιπάλης ἀνθρώπων ἑαυτῷ συνεστήσατο, σφαλλομένων ἀνθρώπων ἀγαπήσας ἐγκώμια καὶ μνήμην ὀνόματος, τῶν μόλις ὑπὸ 6.2.9 εὐηθείας φθεγγομένων τοὔνομα· συμβέβηκε δὲ καὶ τῇ θέσει τοῦ Βυζαντίου μηδὲ εἰς πλοῦν ἁρμόζειν τῶν καταφερομένων πλοίων, ἂν μὴ καταπνεύσῃ νότος ἀκραὴς καὶ ἄμικτος. καὶ τότε δὴ τοῦ πολλάκις συμβαίνοντος κατὰ τὴν ὡρῶν φύσιν συμβάντος, ὅ τε δῆμος ὑπὸ λιμοῦ παρεθέντες συνῄεσαν εἰς τὸ θέατρον, καὶ σπάνις ἦν τοῦ μεθύοντος ἐπαίνου, καὶ 6.2.10 τὸν βασιλέα κατεῖχεν ἀθυμία. καὶ οἱ πάλαι βασκαίνοντες, εὑρηκέναι καιρὸν ἡγούμενοι κάλλιστον, "ἀλλὰ Σώπατρός γε," ἔφασαν "ὁ παρὰ σοῦ τιμώμενος κατέδησε τοὺς ἀνέμους δι' ὑπερβολὴν σοφίας, ἣν καὶ αὐτὸς ἐπαινεῖς, καὶ δι' ἣν 6.2.11 ἔτι τοῖς βασιλείοις ἐγκάθηται θρόνοις." καὶ ὁ Κωνσταντῖνος ταῦτα ἀκούσας καὶ συμπεισθείς, κατακοπῆναι κελεύει τὸν ἄνδρα, καὶ ἐγίνετο διὰ τοὺς βασκαίνοντας ταῦτα θᾶττον 6.2.12 ἢ ἐλέγετο. ὁ δὲ τῶν κακῶν ἁπάντων αἴτιος ἦν Ἀβλάβιος, ἔπαρχος μὲν τῆς βασιλικῆς αὐλῆς, ὑπὸ Σωπάτρου δὲ παρευδοκιμούμενος ἀπήγχετο. ἐμοὶ δέ, ὥσπερ προείρηται, πεπαιδευμένων ἀνδρῶν εἰς πᾶσαν παιδείαν ἀναγράφοντι βίους, τὰ εἰς τὴν ἐμὴν ἀκοὴν σωζόμενα, διάφορον οὐδὲν εἰ καὶ τῶν εἰς αὐτοὺς ἐξημαρτηκότων βραχέα τινὰ ἐπιδράμοιμι. 6.3.1 Ἀβλαβίῳ τῷ τὸν φόνον ἐργασαμένῳ γένος ἦν ἀδοξότατον, καὶ τὰ ἐκ πατέρων τοῦ μετρίου καὶ φαύλου ταπεινότερα. καὶ λόγος τε ὑπὲρ αὐτοῦ τοιοῦτος διασώζεται, καὶ οὐδεὶς τοῖς λεγομένοις ἀντέλεγεν. τῶν ἐξ Αἰγύπτου τις περὶ τὸ καλούμενον μάθημα συντεταμένων, παρελθὼν εἰς τὴν πόλιν (ἱκανοὶ δέ εἰσιν Αἰγύπτιοι καὶ δημοσίᾳ μετ' ὀλιγω6.3.2 ρίας ἐν ταῖς ἀποδημίαις ἀσχημονεῖν· εἰκὸς δὲ αὐτοὺς καὶ οἴκοθεν οὕτω παιδεύεσθαι), παρελθὼν δὲ ὅμως, εἰς τὸ πολυτελέστερον ὠθεῖται τῶν καπηλείων, καὶ ξηρός τε εἶναι, πολλὴν ἀνύσας ὁδόν, ἔφασκεν καὶ ὑπὸ δίψους αὐτίκα μάλα ἀποπεπνίξεσθαι, καὶ γλυκὺν ἠρτυμένον ἐγχεῖν ἐκέ6.3.3 λευσε τὸν οἶνον, καὶ προέκειτο τὸ ἀργύριον. ἡ δὲ προεστῶσα τοῦ καπηλείου τὸ κέρδος ὁρῶσα, πρὸς τὴν ὑπηρεσίαν παρεσκευάζετο, καὶ διετρόχαζεν. ἡ