Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· εἰ τοίνυν, φησί, καὶ ἑνὸς ἀνθρώπου παραπτώματι καὶ δι' ἑνὸς παραπτώματος ὁ θάνατος ἐβασίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασιλεύσουσιν ἐν ἀθανάτῳ ζωῇ. {Rom 5,} Νόμος δὲ παρεισῆλθεν, φησίν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. ἔοικε τοῦτο τῷ ἐν τῇ πρὸς Γαλάτας· ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη. τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ ἰδίωμα τέθεικεν, σημαίνει γὰρ τὸ ἀκόλουθον. τοῖς γὰρ μετὰ τὸν Ἀδάμ, φησίν, ἅπασιν, μᾶλλον δὲ καὶ αὐτῷ τῷ Ἀδὰμ νόμου δοθέντος 365 ἐπλεόνασε τὸ παράπτωμα· ὅσῳ γὰρ τὰ παραγγέλματα πλείω, τοσούτῳ παραβαινομένων αὐτῶν καὶ τὰ παραπτώματα. ταῖς δὲ παρανομίαις τῆς ἁμαρτίας αὐξηθείσης εἰς πλῆθος ἡ ταύτην ἀναιροῦσα χάρις ὑπερμεγέθης εἰκότως πέφηνεν οὖσα. {Rom 5,21} Ὥστε, φησίν, ἀναντίρρητον ὅτι καθάπερ ἡ ἁμαρτία τὴν ἑαυτῆς ἐν τῷ θανάτῳ καὶ διὰ τοῦ θανάτου δυναστείαν ἐκράτυνεν, οὕτω καὶ ἡ χάρις τὴν ἐν Χριστῷ τοῖς πᾶσι παρεχομένη δικαίωσιν ἐν ἀτελευτήτῳ ζωῇ τὴν βασιλείαν ἀδιάδοχον ἕξει.
{Rom 6,12} Τὰ προλαβόντα εἰρηκὼς ἐπὶ συστάσει τοῦ περὶ τῆς κατὰ Χριστὸν
χάριτος λόγου συνεῖδεν ἐκ τούτων αὐτῷ τικτομένην ἀντίθεσιν, καὶ ταύτην ἀντιθεὶς ὡς ἀπὸ τοῦ ἐναντίου, τὴν λύσιν αὐτῆς ἰσχυροτάτην ἐργάζεται καί φησιν· τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρ τίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο. ἆρα οὖν, φησίν, ἔκ γε ὧν ἔφην ἐρεῖς ὡς ἐπεξαμαρτητέον ἡμῖν καὶ ταύτῃ τὴν χάριν ποιητέον πλείονά τε καὶ μείζονα, εἴπερ οὖν πρὸς τὸ τῶν ἡμετέρων πλῆθος ἁμαρ τημάτων καὶ ἡ ταύτης αὔξεται φύσις; ἔοικε δὲ μάλιστα τοῦτο τῷ φασί τινες ἡμᾶς λέγειν· ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά. μὴ γένοιτο, φησίν. τέως ὡς ἀνόσιον παντὸς λογισμοῦ τὸν λόγον ἀπηύξατο, μετὰ τοῦτο δὲ ἤδη καὶ λογισμοῖς ἀναμφιλέκτοις τὴν ἀτοπίαν αὐτοῦ διελέγχει καί φησιν· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; τοῦτο λέγειν ἂν, φησίν, ἔχοιεν οἱ σαρκικοί τε καὶ ἄπιστοι, ἡμᾶς μέντοι τῶν παντάπασιν ἀδυνάτων ἐστὶν αὖθις ἀναβιῶναι τῇ ἁμαρτίᾳ τοὺς ἅπαξ ἀποθανόν τας αὐτῇ.
{Rom 6,3-4} Ἴστε τοῦτο πάντως, φησίν, ὡς τὸ Χριστοῦ βάπτισμα τύπον ἔχειν αὐτοῦ τοῦ τε θανάτου φαμὲν καὶ τῆς ἀναστάσεως. οἱ τοίνυν τοῦτο πίστει δεξάμενοι πρόδηλον ὡς ἐπὶ ταῖς ἐλπίσιν αὐτὸ ταύταις εἰλήφαμεν, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν εἰς υἱοθεσίαν ἐπίδοξοντοῦτο γὰρ λέγει διὰ τῆς δόξης τοῦ πατρόςοὕτω καὶ ἡμεῖς τοῦ θανάτου κεκοινωνηκότες αὐτῷ διὰ τοῦ βαπτίσματος, κοινωνοὶ ἦμεν τῆς ἀθανάτου καὶ ἀπαλαιώτου καὶ παμμακαρίας ἐκείνης ζωῆς. 366 {Rom 6,5} Ὁμοίωμα θανάτου αὐτοῦ. αὐτὸν αὐτοῦ λέγει τὸν θάνατον ὡς καὶ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ ἐν ὁμοιώ ματι ἀνθρώπου γενόμενος, ἢ καὶ τὸ ἐν Ἰορδάνῃ βάπτισμα τὸ προτυπῶσαν αὐτοῦ τῆς ἀναστάσεως τὸ μυστήριον. καλῶς δὲ τὸ σύμφυτοι τῇ τῶν φυτῶν μνήμῃ παριστῶν τὸ τοῦ πράγματος ἀναμφίβολον· τὸ γὰρ συμφυτευόμενον δηλονότι συνανίσχει τε καὶ συνάνεισιν. οὐκοῦν ὅτι καὶ ἡμεῖς συναποθανόντες Χριστῷ, συναναστησό μεθα πρόδηλον. {Rom 6,6-7} Παλαιὸν ἄνθρωπον τὸν φθαρτὸν λέγει καὶ παθητόν, ὡς τῆς παλαιώσεως φθειρούσης τὸν ᾧπερ ἂν ἐπιγίνοιτο· ἁμαρτίας δὲ σῶμά φησι τὸ μηκέτι μένον τὸ ἀναμάρτητον ἀλλ' ἐπιδεχόμενον ἁμαρτίαν. τοῦτο τοίνυν καταργεῖται, φησί, τοῦτ' ἔστιν ἀνενέργητον πρὸς τὴν ἁμαρτίαν καθίσταται. διὸ καὶ οὐχ ἁπλῶς ἔφη καταργεῖσθαι τὸ σῶμα ἀλλὰ τὸ σῶμα τῆς ἁμαρτίας· τοῦτο γὰρ φθαρτὸν ὂν νῦν ἐνδύσεται ἀφθαρσίαν, καὶ θνητὸν ὂν νῦν ἐνδύσε ται ἀθανασίαν, μετασχηματίζοντος ἡμῶν τὸ σῶμα τῆς ταπεινώσεως τοῦ δεσπότου Χριστοῦ πρὸς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης