8
3.8 Ἐῶ τὰ ἄλλα τὰ τῆς χηρείας ἴδια. Τίς γὰρ ἂν πάντα μετὰ ἀκριβείας ἀπαριθμήσαιτο; Τοὺς ἐχθρούς, τοὺς οἰ κείους, τοὺς μὲν ἐπεμβαίνοντας τῇ συμφορᾷ, τοὺς δὲ φαιδρυνομένους τῇ ἐρημίᾳ καὶ μεθ' ἡδονῆς βλέποντας ἐν πικρῷ ὀφθαλμῷ τὸν διαπίπτοντα οἶκον, καὶ τοὺς κατα φρονοῦντας οἰκέτας καὶ πάντα τὰ ἄλλα ὅσα πάρεστιν ἀφθόνως ἐπὶ τῶν τοιούτων ὁρᾶν, δι' ὧν αἱ πολλαὶ καὶ δεύτερον ὑπ' ἀνάγκης πρὸς τὴν τῶν ὁμοίων κακῶν παρεβάλοντο πεῖραν, οὐκ ἐνεγκοῦσαι τῶν ἐπεγγελώντων τὴν πικρίαν, ὥσπερ ἀμυνόμεναι τοὺς λυπήσαντας τοῖς ἰδίοις κακοῖς· πολλαὶ δὲ τῇ μνήμῃ τῶν συμβεβηκότων πᾶν ὁτιοῦν ὑπέστησαν μᾶλλον ἢ ἐμπεσεῖν ἐκ δευτέρου τῇ τῶν συμφορῶν ὁμοιότητι. Καὶ εἰ βούλει μαθεῖν τὰ δυσχερῆ τοῦ κοινοτέρου βίου, ἄκουσον οἷα λέγουσιν αἱ τῇ πείρᾳ τὸν βίον γνωρίσασαι, ὅπως μακαρίζουσι τὴν ζωὴν τῶν ἐξ ἀρχῆς τὸν ἐν παρθενίᾳ βίον προελομένων καὶ μὴ διὰ συμ φορᾶς μεταμαθόντων τὸ κάλλιον, ὅτι πάντων τῶν τοιούτων κακῶν ἀνεπίδεκτός ἐστιν ἡ παρθενία· οὐκ ὀρφανίαν θρηνεῖ, οὐ χηρείαν ὀδύρεται· ἀεὶ σύνεστι τῷ ἀφθάρτῳ νυμφίῳ, ἀεὶ ἐπαγάλλεται τοῖς τῆς εὐσεβείας γεννήμασι· τόν τε οἶκον τὸν ἀληθῶς ἴδιον πᾶσι τοῖς καλλίστοις ὁρᾷ διηνε κῶς εὐθηνούμενον διὰ τὸ παρεῖναι καὶ ἐνοικεῖν ἀεὶ τὸν τοῦ οἴκου δεσπότην, ἐφ' ἧς ὁ θάνατος οὐ χωρισμόν, ἀλλὰ συνάφειαν τοῦ ποθουμένου ποιεῖ· ὅταν γὰρ «ἀναλύσῃ», τότε «σὺν Χριστῷ» γίνεται, καθώς φησιν ὁ ἀπόστολος.
3.9 Ἀλλὰ καιρὸς ἂν εἴη, ἐπειδὴ τὰ τῶν εὐθυμούντων ἐκ μέρους ἐξήτασται, καὶ τοὺς ἑτέρους ἐποπτεῦσαι βίους τῷ λόγῳ, οἷς καὶ πενίαι καὶ δυσκληρίαι καὶ αἱ λοιπαὶ τῶν ἀνθρωπίνων παθῶν συμφοραὶ παραπεπήγασιν, οἷον πηρώ σεις τε καὶ νόσοι καὶ ὅσα τοιαῦτα τῇ ἀνθρωπίνῃ ζωῇ συγκεκλήρωται. Ἐν οἷς ἅπασιν ὁ μὲν καθ' ἑαυτὸν ζῶν ἢ διαφεύγει τὴν πεῖραν ἢ ῥᾷον διαφέρει τὴν συμφοράν, συγκεκροτημένην ἔχων περὶ ἑαυτὸν τὴν διάνοιαν καὶ πρὸς οὐδὲν ἄλλο ταῖς φροντίσι περιελκόμενος· ὁ δὲ πρὸς γυναῖκα καὶ τέκνα μεμερισμένος οὐδὲ σχολὴν ἄγει πολλάκις τοῖς ἰδίοις ἐπιστενάξαι κακοῖς, τῆς τῶν φιλτάτων φροντίδος τὴν καρδίαν περιηχούσης. Ἢ τάχα περιττόν ἐστι τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν τῷ λόγῳ; Εἰ γὰρ τοῖς δοκοῦσιν εἶναι καλοῖς τοσοῦτος πόνος καὶ ταλαιπωρία συνέζευκται, τί ἄν τις περὶ τῶν ἐναντίων στοχάσαιτο; Ἦ που πᾶσα λόγου ὑπογραφὴ τῆς ἀληθείας ἐλάττων ἐστὶ τὸν βίον αὐτῶν ὑπ' ὄψιν ἀγαγεῖν ἐπιχειροῦσα, ἀλλ' ἔστιν ἴσως δι' ὀλίγου τὸ πολὺ τῆς κατὰ τὴν ζωὴν ἀηδίας ἐνδείξασθαι, ὅτι ἐναντίως πρὸς τοὺς εὐημερεῖν δοκοῦντας συγκεκλη ρωμένοι τῷ βίῳ καὶ τὰς λύπας ἀπὸ τῶν ἐναντίων ἔχουσι. Τοῖς μὲν γὰρ εὐθυμοῦσι ταράσσει τὸν βίον ὁ προσδοκώ μενος ἢ καὶ παραγινόμενος θάνατος, τούτοις δὲ συμφορά ἐστιν ἡ ἀναβολὴ τοῦ θανάτου· καὶ ὁ μὲν βίος αὐτοῖς ἐκ διαμέτρου πρὸς τὸ ἐναντίον διέστηκεν, ἡ δὲ ἀθυμία πρὸς τὸ αὐτὸ πέρας ἀμφοτέροις συμφέρεται.
3.10 Οὕτω πολύτροπός ἐστι καὶ ποικίλη τῶν ἐκ τοῦ γάμου κακῶν ἡ χορηγία. Λυποῦσι γὰρ ὁμοίως καὶ γινόμενοι παῖδες καὶ μὴ γινόμενοι, καὶ πάλιν ζῶντες καὶ ἀποθνῄσκον τες. Ὁ μὲν γὰρ εὐθηνεῖται παισὶν οὐδὲ τροφῆς ἔχων ἱκανῶς, τῷ δὲ οὐχ ὕπεστιν ὁ τοῦ κλήρου διάδοχος ἐπὶ πολλοῖς οἷς ἐμόχθησε καὶ ἐν ἀγαθῶν μοίρᾳ τὴν τοῦ ἑτέρου ποιεῖται συμφοράν, ἑκάτερος ἑαυτῷ ἐκεῖνο γενέσθαι βουλόμενος ἐφ' ᾧ δυσφοροῦντα βλέπει τὸν ἕτερον· ᾧ μὲν γὰρ τέθνηκεν ὁ καταθύμιος παῖς, ᾧ δὲ ἐπεβίω ὁ ἄσωτος· ἐλεεινοὶ δὲ ἀμφότεροι, ὁ μὲν τὸν θάνατον τοῦ παιδός, ὁ δὲ τὴν ζωὴν ὀδυρόμενος. Ἐῶ ζηλοτυπίας καὶ μάχας, εἴτε ἐξ ἀληθῶν πραγμάτων εἴτε ἐξ ὑπονοιῶν συνισταμένας, εἰς οἷα πάθη καὶ συμφορὰς καταλήγουσι. Τίς γὰρ ἂν πάντα μετὰ ἀκρι βείας ἀπαριθμήσαιτο; Σὺ δ', εἰ βούλει μαθεῖν ὅπως ἐμπέπλησται