8
ταχέως ἕλοιτο τοιαύτην εὐχὴν εὔξασθαι τῷ Θεῷ; Τί λέγω, τοιαύτην; Μὴ κατεύξασθαι μὲν οὖν τοῦ λελυπηκότος τίς ἂν ῥάδιως ὑπομείνειε; Καὶ γὰρ εἰς τοῦτο θηριωδίας ἐληλάκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς, ἐπειδὰν ἀσθενήσωσι, καὶ μηδὲν δυνηθῶσι κακὸν ποιῆσαι τὸν λελυπηκότα, αὐτὸν ἐπὶ τὴν ἄμυναν καλεῖν τὸν Θεὸν, καὶ παρακαλεῖν δοῦναι αὐτοῖς ἐπεξελθεῖν τοῖς ἠδικηκόσιν. Οὗτος δὲ ὥσπερ ἐκ διαμέτρου πᾶσιν ἐκείνοις καὶ ἀπεναντίας ποιούμενος τὴν εὐχὴν, παρακαλεῖ μὴ δοῦναι ἐπεξελθεῖν, οὕτω λέγων· Μή μοι γένοιτο παρὰ Κυρίου, ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὡς περὶ υἱοῦ τοῦ πολεμίου διαλεγόμενος, ὡς περὶ γνησίου παιδός. Καὶ οὐ μόνον ἐφείσατο, ἀλλὰ καὶ ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ συντίθησι. Καὶ ὅρα πῶς συνετῶς καὶ σοφῶς. Ἐπειδὴ γὰρ τὸν βίον αὐτοῦ διερευνώμενος, οὐδὲν εὕρισκεν ἀγαθὸν, οὐδὲ εἶχεν εἰπεῖν, ὅτι Οὐκ ἠδίκημαι παρ' αὐτοῦ, οὐδὲ ἔπαθον κακῶς ἔμελλον γὰρ ἀντιφθέγγεσθαι τούτοις οἱ στρατιῶται παρόντες, οἱ τῇ πείρᾳ μαθόντες αὐτοῦ τὴν πονηρίαν, περιέρχεται ἑτέρωθεν ζητῶν ἀπολογίαν εὐπρόσωπον εὑρεῖν. Εἶτα οὐκ ἔχων ἀπὸ τοῦ βίου, οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοῦτο ποιῆσαι, ἐπὶ τὴν τιμὴν τὴν ἐκείνου κατέφυγεν εἰπὼν, Ὅτι χριστὸς Κυρίου ἐστί. Τί λέγεις, φησί; ὅτι μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, καὶ τὰ ἔσχατα ἡμᾶς διαθείς; Ἀλλὰ βασιλεὺς, ἀλλὰ ἄρχων, ἀλλὰ τὴν προστασίαν τὴν ἡμετέραν ἐνεχειρίσθη. Καὶ οὐκ εἶπε, βασιλεὺς, ἀλλὰ τί; Ὅτι χριστὸς Κυρίου ἐστὶν, οὐκ ἀπὸ τῆς κάτωθεν τιμῆς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν ψήφου ποιήσας αἰδέσιμον. Καταφρονεῖς τοῦ συνδούλου, φησίν; Αἰδέσθητι τὸν ∆εσπότην. ∆ιαπτύεις τὸν κεχειροτονημένον; Φοβήθητι τὸν χειροτονήσαντα. Εἰ γὰρ τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ βασιλέως χειροτονουμένους, κἂν πονηροὶ, κἂν κλέπται, κἂν λῃσταὶ, κἂν ἄδικοι, κἂν ὁτιοῦν ὦσιν ἕτερον, δεδοίκαμεν καὶ πεφρίκαμεν, οὐ διὰ τὴν πονηρίαν καταφρονοῦντες αὐτῶν. ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χειροτονήσαντος δυσωπούμενοι· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ χρὴ τοῦτο ποιεῖν. Οὔπω παρέλυσεν αὐτὸν, φησὶ, τῆς ἀρχῆς, οὐδὲ ἰδιώτην ἐποίησε. Μὴ τοίνυν τὴν τάξιν ἀνατρέπωμεν, μηδὲ τῷ Θεῷ πολεμῶμεν, τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων ἐπιδεικνύμενοι· Ὅτι πᾶς ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οὐχὶ χριστὸν δὲ αὐτὸν ἐκάλει μόνον, ἀλλὰ καὶ ἑαυτοῦ κύριον. Οὐ τῆς τυχούσης δὲ φιλοσοφίας ἐστὶ, τὸ τὸν ἐχθρὸν τοῖς τῆς τιμῆς καὶ τῆς θεραπείας ὀνόμασι προσειπεῖν. Καὶ τοῦτο αὐτὸ πάλιν ἀφ' ὧν ἕτεροι πάσχουσιν ἴδοι τις ἂν ἡλίκον ἐστί. Πολλοὶ γοῦν τοὺς ἑαυτῶν ἐχθροὺς οὐδὲ ἀπὸ γυμνῶν καὶ ψιλῶν τῶν ὀνομάτων καλεῖν ἀνέχονται, ἀλλ' ἀφ' ἑτέρων πολλὴν ἐχόντων κατηγορίαν, τὸν μιαρὸν, τὸν μαινόμενον, τὸν ἐξεστηκότα, τὸν παραπαίοντα, τὸν λυμεῶνα, καὶ ἕτερα πολλὰ τοιαῦτα συνείροντες, οὕτω προσαγορεύουσι τοὺς ἐχθρούς. Καὶ 54.686 ὅτι τοῦτό ἐστιν ἀληθὲς, οὐ πόῤῥωθεν, ἀλλ' ἐγγύθεν οἴσω σοι τὸ παράδειγμα ἀπ' αὐτοῦ τούτου τοῦ Σαούλ. Τὸν γοῦν ἅγιον τοῦτον διὰ τὴν πολλὴν ἀπέχθειαν οὐχ ὑπέμεινε διὰ τοῦ οἰκείου καλεῖν ὀνόματος, ἀλλὰ πανηγύρεώς ποτε τελουμένης, ἐπιζητῶν ἔλεγε· Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; Οὕτω δὲ αὐτὸν ἐκάλεσεν, ὁμοῦ μὲν αὐτοῦ τὸ ὄνομα μισῶν, ὁμοῦ δὲ τῇ τοῦ γεγεννηκότος εὐτελείᾳ προσδοκῶν λυμανεῖσθαι τὴν τοῦ δικαίου δόξαν· οὐκ εἰδὼς ὅτι λαμπρὸν καὶ ἐπίσημον οὐ περιφάνεια προγόνων, ἀλλὰ ψυχῆς ἀρετὴ ποιεῖν εἴωθεν. Ἀλλ' οὐχ ὁ μακάριος ∆αυῒδ οὕτως. Οὔτε γὰρ ἀπὸ τοῦ πατρὸς αὐτὸν ἐκάλεσε· καίτοι κἀκεῖνος σφόδρα εὐτελὴς ἦν καὶ ἀπεῤῥιμμένος· οὔτε ἀπὸ ψιλοῦ καὶ γυμνοῦ τοῦ ὀνόματος, ἀλλ' ἀπὸ τοῦ τῆς τιμῆς, ἀπὸ τοῦ τῆς δεσποτείας. Οὕτω καθαρὰ πάσης ἀπεχθείας ἦν αὐτῷ ἡ ψυχή. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, τοῦτον ζήλωσον, καὶ τοῦτο παιδεύθητι πρότερον, μηδέποτε τὸν ἐχθρὸν ἀπὸ τῶν διαβεβλημένων, ἀλλ' ἀπὸ τῶν ἐντίμων καλεῖν ὀνομάτων. Ἂν γὰρ μελετήσῃ τὸ στόμα ἐντίμῳ καὶ θεραπείαν